1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

41

Τὴν προ τέραν αὐτῆς ἀσφάλειαν καταλύσω. "Καὶ ἐξολοθρεύ σω κατοικοῦντας ἐκ πεδίου Ὢν, καὶ κατακόψω φυ λὴν ἐξ ἀνδρῶν Χαῤῥὰν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος." Οὐ μόνον δὲ τὴν μητρόπολιν, ἀλλὰ καὶ τοὺς περιοίκους ἅπαντας, καὶ τοὺς ἐκ τῆς μὲν Χαῤῥὰν ἀποικισθέντας, ἐκεῖ δὲ οἰ κοῦντας, καὶ τοὺς τῷ Ὢν εἰδώλῳ παροικοῦντας, δορυαλώτους γενέσθαι παρασκευάσω, καὶ τὴν πάλαι περίβλεπτον τῆς Συρίας βασιλείαν παντελῶς κατα λύσω. Ἐπίκλητον γὰρ τὸ περίβλεπτον εἴρηκε. Καὶ περὶ τῆς Γάζης δὲ λέγει, ὅτι Καὶ τρὶς, καὶ τετράκις μακροθυμήσας, ἐπὶ πλεῖστον αὐτῶν οὐκ ἀνέξομαι παρανομούντων. Πλέον δέ με χαλεπαίνειν κατ' αὐτῶν ἀναγκάζει τὰ κατὰ τοῦ λαοῦ τοῦ ἐμοῦ ὑπ' αὐτῶν τολ μώμενα. "Ἕνεκεν γὰρ, φησὶ, τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σολομὼν, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν." Τοῦτο δέ τινες μὲν οὕτω νενοή κασιν, ὅτι τοῦ Σολομῶντος αἰχμαλώτους πάλαι Ἰδου μαίους λαβόντος, καὶ εἰς τὴν Ἰουδαίαν καθείρ ξαντος, οὗτοι πολεμοῦντες Ἰουδαίοις, τούτους ἐλευ θερίας ἠξίωσαν, καὶ Ἰδουμαίους ἀπέδοσαν. Ἐμοὶ δὲ πόῤῥω τῆς ἀληθείας εἶναι τοῦτο δοκεῖ· δέκα γὰρ βα σιλεῖς ἀπὸ τοῦ Σολομῶντος μέχρι τῆς παρούσης προφητείας ἐγένοντο, καὶ χρόνος πλεῖστος μεταξὺ διελήλυθεν. Ἀλλ' ἡγοῦμαι τὸ προκείμενον χωρίον ταύτην ἔχειν τὴν διάνοιαν· Οἱ ἀλλόφυλοι τῇ Ἰουδαίᾳ φυλῇ πλησιάζοντες, καὶ συχνῶς τούτοις ἐπιστρα τεύοντες, οὓς ἐλάμβανον αἰχμαλώτους, οὐκ ἄλλοις τισὶν, ἀλλ' Ἰδουμαίοις ἀπεδίδοντο, ἐχθίστοις οὖσιν αὐτῶν ὅτι μάλιστα, καὶ πολεμιωτάτοις. Τῶν ἁλι σκομένων τοίνυν Ἰουδαίων τὴν αἰχμαλωσίαν τοῦ Σολομῶντος αἰχμαλωσίαν ὠνόμασεν, ἀπὸ τοῦ περι φανοῦς καὶ περιβλέπτου βασιλέως τὸ λαμπρὸν καὶ ἐπίσημον ἐπιδεικνὺς τοῦ λαοῦ. Ταύτης τοίνυν τῆς ὠμότητος χάριν ἀγανακτῶν ὁ Θεὸς, ἀπειλεῖ πυρὶ παραδώσειν τὴν Γάζαν, καὶ σὺν αὐτῇ τὰς ἄλλας τῶν ἀλλοφύλων πόλεις. Τὴν αὐτὴν ποιεῖται καὶ τῆς Τύ ρου κατηγορίαν, καὶ τὸ ἔγκλημα αὔξων ἐπήγαγε· "Καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν." Ἐπειδὴ γὰρ Σολομὼν καὶ Χειρὰμ ὁ τῆς Τύρου βασιλεὺς, ἀδελφικὴν πρὸς ἀλλήλους διάθεσιν ἐπεδείκνυντο, καὶ ὁ μὲν εἰς τὴν οἰκοδομίαν τοῦ θείου νεὼ ξύλα κέδρινα ἐχορήγει, ὁ δὲ σῖτον ἀντεδίδου· ταύτης δὲ τῆς φιλίας εἰς λήθην ἦλθον οἱ Τύριοι, καὶ ταὐτὰ τοῖς Γαζαίοις εἰς τὸν Ἰσραὴλ ἐξημάρτανον, τὴν αὐτὴν καὶ κατὰ τούτων εἰκότως ἐξενήνοχε ψῆφον. Καὶ περὶ τῶν Ἰδου 81.1672 μαίων δὲ εἰρηκὼς, ὅτι Καὶ τρὶς, καὶ τετράκις, καὶ πολλάκις εἰς αὐτοὺς μακροθυμήσας οὐκέτι λοιπὸν ἀνέξομαι, τὴν κατὰ τοῦ ἀδελφοῦ μάλιστα μανίαν θεώμενος· οὐδὲ γὰρ τὴν φύσιν αὐτὴν εἰς νοῦν λαβεῖν ἠβουλήθη, οὐδὲ ὅτι κατὰ ταὐτὸν μίαν ᾤκησαν γαστέ ρα, ἀλλὰ διετέλεσε μιαιφόνον κατ' αὐτοῦ γνώμην ἐπιδεικνύμενος· ἀπειλεῖ καὶ τούτους πυρὶ παραδώ σειν, ὡς καὶ τοὺς Σύρους, καὶ τοὺς ἀλλοφύλους, καὶ τοὺς Τυρίους. Πῦρ δὲ καλεῖ τῶν Ἀσσυρίων τὴν στρα τιὰν, πυρὸς δίκην ἅπαντα διαφθείρουσαν· καὶ πυρὶ δὲ, ὡς εἰκὸς, χρώμενοι, καὶ κώμας ἐνεπίμπρων, καὶ πόλεις ἐπυρπόλουν, καὶ ἄρδην ἠφάνιζον ἅπαντα. Τὸ δὲ, Ἐλυμήνατο μήτραν, τὴν κατὰ τῆς φύσεως μα νίαν παραδηλοῖ, ὅτι ἀδελφὸς ὢν καὶ ὁμογάστριος, καὶ τὴν αὐτὴν κατὰ ταὐτὸν οἰκήσας γαστέρα (δίδυμος γὰρ ἦν), λυττῶν κατ' αὐτοῦ διατελεῖ, μονονουχὶ καὶ αὐτῇ τῇ μήτρᾳ, ἣν ἄμφω κατῴκησαν, τὴν λώβην ἐπάγων. Τὸ δὲ, "Ἥρπασε φρίκην εἰς μαρτύριον αὑτοῦ," ἀντὶ τοῦ, Φρίκης μεστὰ τετόλμηκε, μαρτυρίαν καθ' ἑαυτοῦ τοιαύτην καταλιπών. Ταῦτα καὶ περὶ Ἀμμα νιτῶν εἰρηκὼς ὅτι Πολλῇ μακροθυμίᾳ χρησάμενος ἐφ' οἷς πολλὰ πολλάκις πεπλημμελήκασι, νῦν ἐπάξω τὴν τιμωρίαν, τῆς εἰς τὸν Ἰσραὴλ γενομένης πα ρανομίας ποιεῖται τὴν μνήμην· "Ἀνθ' ὧν, φησὶν, ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπληθύνωσι τὰ ὅρια αὑτῶν." Καὶ γὰρ οὗτοι τοῖς Γαλααδίταις πελάζοντες, ὠμότητι καὶ ἀπηνείᾳ κατ' αὐτῶν χρώμενοι, οὐ μόνον τοὺς ἄνδρας ἀνῄρουν, ἀλλὰ καὶ τοὺς μηδέπω γεννηθέντας διέφθειρον, τὰς κυοφορούσας κατασφάττειν τολμῶν τες· ἵνα τῶν Ἰσραηλιτῶν ἐλαττουμένων, αὐτοὶ τὴν ὑπ' ἐκείνων γεωργουμένην