42
καρπώσωνται γῆν. ∆ιὰ τοῦτο, ιδʹ, ιεʹ. "Ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ῥαβαὰθ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέρᾳ συντελείας αὑτῆς. Καὶ πορεύσεται Μελχὸμ ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἐπὶ τὸ αὐ τὸ, λέγει Κύριος." Ἐνταῦθα σαφῶς ἐδίδαξε, ποῖον καὶ ἐπὶ τῶν ἄλλων προσηγόρευσε πῦρ. Ἐπήγαγε γάρ· Ἐν ἡμέρᾳ πολέμου. Ἀπειλεῖ δὲ, σὺν αὐτῇ καὶ τὸ ὑπ' αὐτῆς τιμώμενον εἴδωλον αἰχμάλωτον ἀπαχθή σεσθαι. Μελχὸμ γὰρ ὁ ψευδὴς τῶν Ἀμμανιτῶν θεὸς, ὃς οὐ μόνον τοῖς ἱερεῦσι καὶ τοῖς ἄρχουσιν, ἀλλ' οὐ δὲ αὑτῷ δορυαλώτῳ γινομένῳ ἴσχυσεν ἐπαμῦναι. Ῥαβαὰθ δὲ καλεῖ τοῦ Ἀμμὰν τὴν μητρόπολιν, ἣ νῦν ἐν τῇ Ἀραβίᾳ Φιλαδέλφεια μὲν τῇ Ἑλλάδι φωνῇ, Ἀμμὰν δὲ τῇ Σύρων προσαγορεύεται.
ΚΕΦΑΛ. Βʹ. Ἀπειλεῖ δὲ καὶ τῇ Μωὰβ τὸ πολεμικὸν ἐκεῖνο πῦρ, καὶ λέγει σὺν τῷ λαῷ καὶ τοὺς ἄρχοντας παρα δώσειν ὀλέθρῳ, ἐπειδὴ πρὸς ταῖς πολλαῖς αὐτῶν ἀσε βείαις πολλὴν κατὰ τοῦ Ἰδουμαίων βασιλέως ἔδειξαν θηριωδίαν. Τοῦτον γὰρ ἐπίκουρόν ποτε γενόμενον τοῦ Ἰσραηλιτῶν βασιλέως, ὕστερον λοχήσαντες, καὶ λαβόντες αἰχμάλωτον, τοῖς σφετέροις εἰδώλοις θυσίαν 81.1673 προσήνεγκαν, καὶ μέχρι τοσούτου τὴν πυρὰν ἐκείνην ἐξέκαυσαν, ἕως καὶ τὰ ὀστᾶ τῷ πυρὶ κατεδαπάνη σαν ἅπαντα. Οὕτω τὰς περὶ τῶν ἀλλογενῶν συμπε ράνας προῤῥήσεις, κατὰ τοῦ λαοῦ μεταφέρει τῆς προφητείας τὸν λόγον, καὶ τῆς Ἰούδα φυλῆς πρώτης τὴν παρανομίαν εἰς μέσον προτίθησι. δʹ, εʹ. "Τάδε λέγει Κύριος· Ἐπὶ ταῖς τρισὶν ἀσε βείαις υἱῶν Ἰούδα, καὶ ἐπὶ ταῖς τέσσαρσιν, οὐκ ἀπο στραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐ τοὺς τὸν νόμον Κυρίου, καὶ τὰ προστάγματα αὐ τοῦ, ἃ οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέ ρες αὐτῶν ὀπίσω αὐτῶν. Καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ." Καὶ τὸν Ἰούδαν, φησὶ, καὶ τὴν Ἱερουσαλὴμ, τῷ πολεμικῷ παραδώσω πυρὶ, ἐπειδὴ τῶν μὲν ὑπ' ἐμοῦ νενομοθετημένων παντελῶς κατεφρόνησαν, τοῖς δὲ χειροποιήτοις εἰδώλοις (ταῦτα γὰρ καλεῖ μάταια), λατρεύοντες διετέλεσαν, τῇ μοχθηρᾷ τῶν πατέρων ἀκολουθήσαντες γνώμῃ. Τούτων δὲ τολμωμένων ἐπὶ πλεῖστον μὲν ἠνεσχόμην, οὐκέτι δὲ χρήσομαι τῇ συνήθει μακροθυμίᾳ. Ἀπὸ τούτων ἐπὶ τὰς δέκα μεταβαίνει φυλὰς, καὶ λέγει μηκέτι μηδὲ τούτοις μακρο θυμήσειν. "Ἀνθ' ὧν ἀπέδοντο τὸν δίκαιον ἀργυρίου, καὶ πένητα ἕνεκεν ὑποδημάτων, (ζʹ) τῶν καταπατούν των ἐπὶ τὸν χοῦν τῆς γῆς· καὶ ἐκονδύλιζον εἰς κε φαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλινον." Καὶ οὗτοι δὲ, φησὶ, πρὸς λῆμμα βλέποντες, ἀπημπώλουν τὸν δίκαιον, καὶ αἰσχροκερδείᾳ δουλεύοντες, οὐδὲ ὑποδήματα παρῃτοῦντο κερδαίνειν, ἃ τὴν ἐσχάτην χρῆσιν τοῖς ἀνθρώποις παρέχει, προϊέμενοι μὲν τοὺς ἀδικουμένους, αἰκιζόμενοι δὲ τοὺς πενεστέρους, τῶν δὲ ἀτιμοτέρων τὰς δικαιολογίας οὐ προσιέμενοι. Πρὸς δὲ τούτοις, καὶ ἀκολασίᾳ συζῶντες, ἀλόγων δίκην ταῖς ἀλλήλων ἐπεμίγνυντο γυναιξὶν, ὡς μήτε υἱὸν τῆς ἀνακειμένης τῷ πατρὶ παλλακίδος ἀπέχεσθαι, μήτε πατέρα τῷ υἱῷ τὴν εὐνὴν διαφυλάττειν ἀκήρα τον· ὡς ἐντεῦθεν συγχεῖσθαι τὰ τῆς φύσεως δίκαια, καὶ μηδὲ δῆλα εἶναι λοιπὸν τὰ τῆς συγγενείας ὀνό ματα. Καὶ ταῦτα, φησὶν, ἔδρων, "ὅπως ἂν βεβη λώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὑτῶν." Οἱ γὰρ ἀστυ γείτονες ἀλλόφυλοι ταῦτα μανθάνοντες, κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐκίνουν τὴν γλῶτταν, ἢ ὡς τοιαῦτα νομοθετήσαντος, ἢ ὡς τοιαῦτα παρανομοῦντος ἀνεχο μένου λαοῦ. Πρὸς γὰρ τούτοις, ηʹ. "Καὶ τὰ ἱμάτια αὑτῶν δεσμεύοντες σχοινίοις, παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὑτῶν." Οὐδὲ γὰρ τῷ θείῳ νεῷ τὸ προσῆκον ἀπένε μον σέβας, ἀλλὰ καὶ ἐν ἐκείνῳ σκηνὰς ἐξ ἱματίων κατασκευάζοντες, τὸν ἐξ ἀδικίας πεπορισμένον ἔπινον οἶνον· λαβεῖν δὲ οὐκ ἠβουλήθησαν εἰς διάνοιαν, ὡς θʹ. "Ἐγὼ ἐξῆρα τὸν Ἀμοῤῥαῖον ἐκ προσώπου αὐτῶν,