43
οὗ ἦν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ 81.1676 ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξῆρα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν, καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν." Ταῦτα δὲ τροπικῶς εἴρηκε, τό τε μέγεθος τῶν τηνικάδε ἀν δρῶν, καὶ τὴν ἰσχὺν διδάσκων. Καὶ οἱ ἀποσταλέντες δὲ ὑπὸ τοῦ μεγάλου Μωσέως κατάσκοποι ἔλεγον, ὅτι Ἐκεῖ Ἐνὰκ, καὶ οἱ ἀπόγονοι τῶν γιγάντων, καὶ ὑψηλοὶ ἄνδρες σφόδρα, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες. Λέγει τοίνυν ὁ τῶν ὅλων Θεὸς, ὅτι Τῶν οὕτω μεγάλων καὶ ἰσχυρῶν ἀνθρώπων οὐ τῇ σφετέρᾳ ἰσχύϊ χρησάμενοι περιγεγένησθε. Πῶς γὰρ οἵ γε καὶ ἐξ αὐτῆς ἐκδειματωθέντες τῆς φήμης εἰς τὴν Αἴγυπτον ἐπανελθεῖν ἐπειράθητε; ἀλλ' ἐγὼ ἐκεῖνον ἀνέσπασα πρόῤῥιζον. Ῥίζας δὲ καλεῖ τοὺς πατέρας, καρπὸν δὲ τοὺς παῖδας. Ἀλλὰ γὰρ καὶ τῶν πρὸ τούτου, φη σὶν, εὐεργεσιῶν ἀναγκαῖον ὑμᾶς ἀναμνῆσαι. Καὶ γὰρ τῆς Αἰγυπτιακῆς ὑμᾶς ἠλευθέρωσα δουλείας, καὶ ἐπὶ τεσσαράκοντα ἔτεσιν ἐν τῇ ἐρήμῳ διέθρεψα, καὶ ἐνίους μὲν ὑμῶν προφητικῆς ἠξίωσα χάριτος, ἐνίους δὲ ἱερέας ἀπέφηνα. ιαʹ. "Ἔλαβον γὰρ, φησὶν, ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγια σμόν." Εἶτα κατ' ἐρώτησιν, ὡς ἀναμφιβόλων ὄντων τῶν εἰρημένων· "Μὴ οὐκ ἔστι ταῦτα, υἱοὶ Ἰσραήλ; λέγει Κύριος." Ἐλέγξατε, φησὶν, εἴ τι ψευδὲς ἐν τοῖς εἰρημένοις εὑρίσκετε· ἀλλὰ τοῦτο τῶν ἀδυνά των· ἴστε γὰρ καὶ ὑμεῖς, ὡς ἀληθὴς τῶν εὐεργεσιῶν ὁ κατάλογος, ὧν ἐναντία δρῶντες διατετελέκατε· οὐ γὰρ μόνον ὑμεῖς ἀδεῶς τοὺς ἐμοὺς παραβαίνετε νό μους, ἀλλὰ καὶ τοὺς ἡγιασμένους μοι ἐποτίζετε οἶ νον (λέγει δὲ τοὺς Ναζιραίους), ἀνόνητον εἶναι διδά σκοντες τὴν εἰς ἐμὲ θεραπείαν· καὶ τοὺς ὑπ' ἐμοῦ δὲ πεμπομένους προφήτας προλέγειν ἃ προσέταττον ἐκωλύετε, καὶ αὐτήν μου τὴν φωνὴν, ὡς εἰκὸς, δυσχε ραίνοντες. ιγʹ. "∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης, καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως." Τοσοῦτον γὰρ ὑμῖν, φησὶν, ἐπιθήσω τιμωρίας φορτίον, ὡς ὀδύρεσθαι καὶ στένειν, καθάπερ ἅμαξα πεφορτωμένη καὶ βεβαρη μένη τρίζει συρομένη. Τούτων δὲ τῶν κακῶν ὑμῖν ἐπιφερομένων, οὔτε ὁ δρομικώτατος διὰ φυγῆς πο ριεῖται τὴν σωτηρίαν, οὔτε ὁ γενναῖος ἀνδρεῖον ἕξει τὸ φρόνημα, οὔτε ὁ τοξότης θαῤῥήσει τῇ τέχνῃ, καὶ ὁ ἱππεὺς δὲ τῇ ταχύτητι τοῦ ἵππου χρώμενος συνερ γῷ, τῆς σωτηρίας οὐκ ἀπολαύσεται· "Μόνος δὲ ὁ γυμνὸς φεύξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος." ∆ιδάσκων γὰρ ὑμᾶς ἐγὼ τοῦτον ὑμῖν ἐπάγω τὸν ὄλεθρον, τοὺς μὲν πλεονεξίᾳ φύσεως, ἢ τέχνῃ θαῤῥοῦντας, παραδώσω σφαγῇ, τοὺς δὲ τούτων ἁπάν των ἐστερημένους, καὶ μήτε πλοῦτον, μήτε ῥώμην, μήτε τέχνην ἔχοντας, ἀλλὰ πάντων γεγυμνωμένους, σώους καὶ ἀρτίους παρασκευάσω διαφυγεῖν. 81.1677
ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ, βʹ. "Ἀκούσατε τοίνυν τὸν λόγον τοῦτον, ὃν ἐλά λησε Κύριος ἐφ' ὑμᾶς, οἶκος Ἰσραὴλ, καὶ κατὰ πά σης φυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων· Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν." Προσήκει, φησὶ, συντόμως ὑμᾶς ἀκούειν τῶν λεγομένων, τῆς εὐεργεσίας μεμνημένους ἐκεί νης, ὅτι πάντων ὢν ποιητὴς καὶ ∆εσπότης, ἐξαίρετόν τινα ποιούμενος ὑμῶν διετέλεσα πρόνοιαν· οὗ χάριν καὶ τῆς Αἰγυπτίων ὑμᾶς δουλείας ἀπήλλαξα. Τὸ δὲ, "κατὰ πάσης φυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύ πτου," οὐκ ἄλλους τινὰς αἰνίττεται· ἀλλ' ἐπειδὴ τοῦ Ἰσραὴλ ἐμνημόνευσε, μετὰ δὲ τὴν διαίρεσιν, Ἰσραὴλ αἱ δέκα φυλαὶ προσηγορεύοντο, εἰς τὴν ἀκρόασιν καλεῖ τῶν εἰρημένων καὶ τὸν Ἰούδαν, καὶ τὸν Βενιαμίν. Εἶτα δεικνὺς, ὡς αὐτοῦ συγχωροῦν τος, ἔπεισι τῶν πολεμίων ἡ στρατιὰ, διά τινων εἰκόνων πιστοῦται τὸν λόγον. γʹ-ʹ. "Εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτοῖς; Εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὑτοῦ θήραν οὐκ ἔχων; Εἰ δώσει σκύμνος φωνὴν αὑτοῦ ἐκ τῆς μάνδρας αὑτοῦ καθ όλου, ἐὰν μὴ ἁρπάσῃ τι; Εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; Εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι; Εἰ