1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

45

Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ. (ιδʹ, ιεʹ.) ∆ιότι ἐν τῇ ἡμέρᾳ, ὅταν ἐκδικήσω ἀσεβείας τοῦ Ἰσραὴλ ἐπ' αὐτὸν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθὴλ, καὶ κατασκα φήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ πεσεῖται ἐπὶ τὴν γῆν. Καὶ συντρίψω καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπο λοῦνται οἱ οἶκοι οἱ ἐλεφάντινοι, καὶ ἀφανισθήσονται οἶκοι ἕτεροι πολλοὶ, λέγει Κύριος." Οὐ γὰρ μόνον, φησὶ, τοὺς λαμπροὺς οἴκους, ἀλλὰ καὶ τοὺς εὐτελεῖς καταλύσω καὶ παραδώσω πυρὶ, καὶ σὺν τοῖς πρὸς χειμῶνα κατεσκευασμένοις, καὶ τοὺς ἀναπεπταμέ νους καὶ πρὸς θέρος πεποιημένους ἐμπρήσω. Περί πτερον γὰρ τὸν χειμερινὸν καὶ Ἀκύλας, καὶ Σύμ μαχος, καὶ Θεοδοτίων ἡρμήνευσαν· οἷον γάρ τισι πτεροῖς, τοῖς πάντοθεν περικειμένοις τοίχοις οἱ τοιοῦτοι τοὺς οἰκήτορας περιθάλπουσι. Κατασκάψω δὲ, φησὶ, καὶ τὰ τῆς Βαιθὴλ θυσιαστήρια, τῆς ἀσε βείας τὰ πρόξενα· καὶ ἐπειδὴ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες ἐχρῶντο πλείστῃ παρανομίᾳ, εἰκότως καὶ τούτων κατηγορεῖ, καὶ τὸν ὄλεθρον ἀπειλεῖ.

ΚΕΦΑΛΑΙΟΝ ∆ʹ. αʹ. "Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος, αἱ ἐν τῷ ὄρει Σαμαρείας, αἱ κατα δυναστεύουσαι πτωχοὺς, καὶ καταπατοῦσαι πένητας, αἱ λέγουσαι τοῖς κυρίοις ἑαυτῶν· Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν." ∆αμάλεις δὲ αὐτὰς τῆς Βασανίτι δος ὀνομάζει, ὡς ἁβροδιαίτους καὶ χλιδῇ παντοδαπῇ κεχρημένας· τοιαῦται γὰρ καὶ τῆς Βασανίτιδος αἱ δαμάλεις, διὰ νομῆς ἀφθονίαν σκιρτῶσαι. Τούτου δὲ χάριν, τά τε τῶν ὑποδεεστέρων ἐσφετερίζοντο, καὶ τοῖς ἀνδράσιν, οἷς κατὰ τὸν θεῖον ὑπετάγησαν νόμον, ἐπιτάττειν οὐ παρῃτοῦντο, καὶ τάξιν ὑπηρετῶν ὑπ έχειν ἐκέλευον. Τοιαύτη ἦν καὶ Ἰεζάβελ, ὡς ἀνδρα πόδῳ τῷ ἀνδρὶ κεχρημένη. ∆ιὰ ταύτην ὑμῶν τὴν παρανομίαν, βʹ. "Ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὑτοῦ, διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ' ὑμᾶς, καὶ λήψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθ' ὑμῶν εἰς λέβητας ὑποκαιο μένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί." Καὶ ἑρμη νεύων τὸ εἰρημένον, ἐπήγαγε· γʹ. "Καὶ ἐξενεχθήσεσθε γυμνοὶ γυνὴ καὶ ἀνὴρ κατέναντι ἀλλήλων, καὶ ἀποῤῥιφήσεσθε εἰς τὸ ὄρος τὸ Ἁρμανὰ, λέγει Κύριος." Ἀραρότως, φησὶ, τὴν καθ' ὑμῶν εἰς καιρὸν τιμωρίαν ἐπάξω, καὶ πα ραδώσω τοῖς πολεμίοις ὑμᾶς, ὥστε τοὺς ἄνδρας ὑμῶν (τούτους γὰρ λέγει τοὺς μεθ' ὑμῶν), λέβησιν ὑπο καιομένοις ἐοικέναι ζηλοτυποῦντας, καὶ τὴν εἰς ὑμᾶς γιγνομένην θεωροῦντας ἀσέλγειαν. Οἷον γὰρ ὑπό 81.1684 τινος φλογὸς πυρπολούμενοι, θυμῷ μὲν κατὰ τῶν ὑμετέρων ἀνδρῶν, λαγνείᾳ δὲ καθ' ὑμῶν χρήσονται, πάσης περιβολῆς ἐστερημένους ἄνδρας καὶ γυναῖκας κατὰ ταὐτὸν ἄγοντες, καὶ εἰς τὸ Ἁρμανὰ ὄρος ἀπ άγοντες. Ὁ δὲ Σύμμαχος τὸ Ἁρμανὰ, Ἀρμενίανἡρμήνευσεν· ὁ δὲ Θεοδοτίων ὑψηλὸν ὄρος. Τὸ δὲ, Ὤμοσε Κύριος κατὰ τῶν ἁγίων αὑτοῦ, ὁ Σύμμα χος κατὰ τῆς ἁγιωσύνης αὑτοῦ τέθεικε· Τὸν δὲ ὅρκον τῶν εἰρημένων προτέθεικεν, ἀψευδῆ τὴν προ φητείαν δεικνύς. Ὑπομενεῖτε δὲ, φησὶ, ταῦτα, ὡς καὶ ἐν Βαιθὴλ, καὶ ἐν Γαλγάλοις, τῇ δυσσεβείᾳ χρη σάμενοι, καὶ τριημέρους ἑορτὰς τοῖς εἰδώλοις παν ηγυρίζειν τετολμηκότες, καὶ τὰς ὑπ' ἐμοῦ προστε ταγμένας δεκάτας τοῖς ἐμοῖς ἱερεῦσι προσφέρεσθαι τοῖς τῆς ἀσεβείας ὑπουργοῖς προσενεγκόντες, καὶ ὁμολογίας τινὰς καὶ συνθήκας πρὸς τὰ εἴδωλα πεποιη κότες, ὡς τοῖς ἐκείνων νόμοις ἀκολουθήσετε. Τοῦτο γὰρ ἐδήλωσεν, εἰρηκώς· εʹ. "Ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίαν." Νόμον οὐ τὸν θεῖον προσαγορεύων, ἀλλὰ τὸν ὑπὸ τῶν τὰ εἴδωλα θεραπευόντων τεθέντα. Εἶτα λέγειν τῷ προφήτῃ παρακελεύεται, λέγων· "Ἀπαγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ἰσραὴλ, λέγει Κύριος ὁ Θεός." Οὐ γὰρ ἐν παρέργῳ τὴν τοιαύτην ἐτόλμων ἀσέβειαν, ἀλλὰ διαθέσει θερμῇ καὶ στοργῇ περὶ αὐτὰ κεχρημένοι. ʹ. "Καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος." Τὸν δὲ γομφιασμὸν ὁ Σύμμα χος καὶ ὁ Θεοδοτίων