47
ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ, βʹ. "Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς θρῆνον· Οἶκος τοῦ Ἰσραὴλ ἔπεσεν, οὐκέτι οὐ μὴ προσθῇ τοῦ ἀναστῆναι. Παρ θένος δὲ τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὑτῆς· οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτήν." Φιλανθρωπίᾳ χρώμενος ὁ ∆εσπότης οὐδὲ θρῆνον ὑφαίνειν παραιτεῖται τοῖς κακῶς διακειμένοις, καὶ μετανοεῖν οὐκ ἐθέλουσι. Τὸ δὲ, Οὐκέτι οὐ μὴ προσθῇ τοῦ ἀναστῆναι, οὐκ ἐναντίον τοῖς τῆς ἐλευθερίας εὐαγγελίοις. Σημαίνει γὰρ ὡς οὐκέτι καθ' ἑαυτοὺς πολιτεύσονται, οὐδὲ ἴδιον σχήσουσι βασιλέα. Εἰ δέ τις ἀκριβῶς προσχεῖν ἐθελή σειεν, εὑρήσει τούτων τὴν ἔκβασιν μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν μανίαν· τηνικαῦτα γὰρ πεσόντες μεμενήκασι μέχρι καὶ τήμερον ἐπὶ τοῦ πτώματος. Παρθένον δὲ αὐτὴν καλεῖ, διὰ τὴν προτέραν εὐσέ βειαν· σφαλεῖσαν δὲ καὶ διαφθαρεῖσαν, διὰ τὴν μετὰ ταῦτα τῶν εἰδώλων λατρείαν. Τὸ δὲ, Οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτὴν, τὸ μηδεμιᾶς αὐτὴν ἀνθρωπίνης ἐπικουρίας ἀπολαῦσαι σημαίνει· τοῦ Θεοῦ γὰρ τῶν ὅλων ἀνθισταμένου, οὔτε ὁ Αἰγυπτίων αὐτοῖς βασι λεὺς, οὔτ' ἄλλος τις ἴσχυσεν ἐπαμῦναι. Προαγορεύει δὲ καὶ τὴν ἐσομένην αὐτῶν ὀλιγότητα. γʹ. "Ἡ πόλις γὰρ, φησὶν, ὅθεν ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατὸν, καὶ ἐξ ἧς ἐξεπο ρεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα." Ἀλλ' ὀψὲ γοῦν ποτε τὴν Βαιθὴλ καὶ τὴν Γάλγαλα καταλιπόντες, καὶ τὴν παρὰ τὸ φρέαρ τοῦ ὅρκου τῶν εἰδώλων λα τρείαν, τὴν ἐμὴν ἐπιζητήσατε πρόνοιαν· ζωὴν γὰρ ἐντεῦθεν ποριεῖσθε. Βαιθὴλ δὲ καὶ Γάλγαλα σὺν τοῖς εἰδώλοις τοῖς πολεμίοις παραδοθήσονται. Μανία δὲ σαφὴς, τὸ μὴ μόνον τῆς τοῦ Ἀβραὰμ εὐσεβείας ἐκ τοῦ φρέατος ἐκείνου μὴ παραλαμβάνειν μνήμην, ἀλλὰ καὶ παρ' ἐκεῖνο τολμᾷν τὴν ἀσέβειαν. ʹ. "Ἐκζητήσατε τὸν Κύριον, καὶ ζήσεσθε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ, καὶ κατα φάγῃ αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσ ραήλ." Σαφῶς ἐκ τούτων μανθάνομεν, ὡς ἡ ἁμαρτία ἡμῖν ἐξάπτει τὴν φλόγα τῶν κακῶν· ἡ δὲ περὶ τὸν Θεὸν στοργὴ, καὶ διάθεσις, ζωὴν ἡμῖν προξενεῖ. ζʹ. "Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιο σύνην εἰς γῆν ἔθηκε." Ψηφίζεται, φησὶν, ὃ βούλεται δίκαιος ὢν, καὶ πέρας ἐν τῇ γῇ τὰ κρινόμενα δέ χεται. ηʹ. "Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων, καὶ ἐκ τρέπων εἰς τὸ πρωῒ σκιὰν θανάτου, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων· ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτοῦ." Θαῤῥήσατε, φησὶ, τῇ τοῦ Θεοῦ δυνάμει, καὶ ταύτης ἔχεσθε τῆς ἐλπίδος. Εὐπετῶς γὰρ καὶ ποιεῖ καὶ με τασκευάζει ὃ βούλεται, καὶ ῥᾴδιον αὐτῷ καὶ τοὺς μεγίστους κινδύνους εἰς εὐθυμίαν μεταβαλεῖν. Σκιὰν γὰρ θανάτου τοὺς μεγάλους κινδύνους ὠνόμασεν. Εὐμαρῶς δὲ καὶ τοῖς ἐν εὐημερίᾳ δυσπραξίαν ἐπ 81.1689 άγειν. Καὶ μέντοι καὶ τὸ θαλάττιον ὕδωρ νεύματι ἀνέλκων εἰς τὸν ἀέρα, ἄρδει τὴν γῆν διὰ τῶν νεφῶν· Θεὸς γάρ ἐστι, καὶ τῶν ἁπάντων ∆εσπότης. θʹ. "Ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαι πωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων." Μετὰ πολλῆς δὲ τῆς εὐκολίας, καὶ τοὺς ἠσθενηκότας ἐπὶ τὴν προτέραν ἰσχὺν ἐπανάγει, καὶ ταλαιπωρίᾳ τοὺς ἰσχυροὺς παρα δίδωσι. ιʹ. "Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο." Ἔθος ἦν τοῖς παλαιοῖς, ὥς τινές φασι, περὶ τὰς πύλας τοὺς συλλόγους ποιεῖσθαι, καὶ τὰ συνέδρια. Ἔνθα τοίνυν συνηθροίζοντο, ἐκεῖ καὶ τοὺς ἐλέγχους οἱ προφῆται προσέφερον· ἀλλ' ἀδι κίαις καὶ παρανομίαις συζῶντες, οὔτε τοῖς τῆς ἀλη θείας προσεῖχον ἐλέγχοις, οὔτε τὸν τοῦ δικαίου προσεδέχοντο λόγον. Ἐπειδὴ τοίνυν καὶ ταῦτα εἰρ γάζεσθε, καὶ πρὸς τούτοις, τοὺς πενίᾳ κατεχομένους καὶ χειρὶ καὶ γλώττῃ παροινοῦντες διετελεῖτε, καὶ δωροδοκίᾳ χαίροντες ἐσπουδάζετε κακῶς αὔξειν τὸν πλοῦτον, γινώσκετε, ὡς οὔτε ἐν ταῖς εὖ καὶ καλῶς ὑφ' ὑμῶν ἠσκημέναις καὶ κεκοσμημέναις οἰκήσετε οἰκίαις, οὔτε τοὺς ὑφ' ὑμῶν μετὰ πολλῆς ἐπιμελείας φυτευθέντας ἀμπελῶνας τρυγήσετε· ἀφαιρεῖται γὰρ ὑμᾶς τὴν τούτων ἀπόλαυσιν ἡ τῆς ἀσεβείας καὶ παρανομίας ὑπερβολή· ἐπατεῖτε γὰρ τὸ δίκαιον, δῶρα μὲν παρὰ τῶν δυνατωτέρων λαμβάνοντες, ἐν δὲ τῷ δικάζειν τοὺς πένητας κατακρίνοντες. ιγʹ. "∆ιὰ