48
τοῦτο ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιω πήσεται, ὅτι ὁ καιρὸς πονηρός ἐστι." Πᾶς γὰρ ἐχέ φρων, καὶ τὸ δέον συνιδεῖν δυνάμενος, ὁρῶν τῶν ἐπαγομένων ὑμῖν κακῶν τὸ νέφος, τεθηπὼς καὶ θαυμάζων τὸ τῆς προῤῥήσεως ἀψευδὲς, φθέγξασθαι οὐδὲν ἐξ ἀθυμίας δυνήσεται. ιδʹ, ιεʹ. "Ἐκζητήσατε οὖν τὸ καλὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτω μεθ' ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε· Μεμισήκαμεν τὰ πονηρὰ, καὶ ἠγαπήκαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρῖμα, ὅπως ἂν ἐλεή σῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς καταλοί πους τοῦ Ἰωσήφ." Ἀκολουθείτω, φησὶ, τοῖς λόγοις τὰ ἔργα, καὶ λέγοντες ἐρᾷν μὲν τῶν ἀγαθῶν, βδε λύττεσθαι δὲ τὴν πονηρίαν, ἔργῳ δείξατε τὴν τῶν λόγων ἀλήθειαν. Τοῦτο γὰρ ποιοῦντες, τεύξεσθε παρὰ τοῦ Θεοῦ τῶν ὅλων ζωῆς. Τούτου δὲ παρ' ὑμῶν μὴ γιγνομένου, θρῆνοι καὶ ὀλοφύρσεις, καὶ τὰς πλατείας, καὶ τὰς ὁδοὺς καταλήψονται· ὡς καὶ τοὺς γηπόνους ἀντὶ γεωργίας τῇ θρηνῳδίᾳ προσ έχειν. Ἔσται δὲ ταῦτα ἐμοῦ παρόντος, καὶ τὰς τι μωρίας ἐπάγοντος. ιηʹ. "Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! καὶ ἱνατί ὑμῖν αὕτη ἡ ἡμέρα Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς." Ἐπειδὴ γὰρ ἦσάν τινες θρασύτητι καὶ αὐθαδείᾳ συντεθραμμένοι, οἳ τοῖς προφητικοῖς θεσπίσμασιν ἀντέλεγον, φρυαττόμενοι 81.1692 κατ' αὐτῶν, καὶ ψευδεῖς ἀποκαλοῦντες τοὺς θείους χρησμοὺς, καὶ τὸ τέλος τῶν προῤῥήσεων ἀπαιτοῦν τες, θρήνου τούτους ἀξίους ὁ ∆εσπότης ἀποκαλεῖ, ὡς σκότος ἀντὶ φωτὸς ἐπιθυμοῦντας ἰδεῖν. Οὐδὲν διαφέρουσι, φησὶν, οἱ τὸ πέρας τῆς προφητείας ἐπιθυμοῦντες ἰδεῖν, ἀνδρὸς φυγόντος μὲν λέοντα ἐπιόντα, μετ' ἐκεῖνον δὲ ἄρκῳ περιπεσόντος, εἶτα τὴν οἰκίαν μετὰ δέους κατειληφότος, καὶ ἀπροόπτως ἀπὸ τοῦ τὴν ψυχὴν κατέχοντος θορύβου, ἐπερείσαν τος τῷ τοίχῳ τὴν χεῖρα, καὶ ὑπὸ ὄφεως πικροτάτου δηχθέντος. Ὥσπερ γὰρ ἐκεῖνος ζόφον, ἀλλ' οὐ φω τὸς αἴγλην, κατ' ἐκείνην ὁρᾷ τὴν ἡμέραν· οὕτως οὗτοι σκότῳ βαθεῖ κατὰ τὴν τῆς τιμωρίας ἡμέραν παραδοθήσονται. καʹ-κγʹ. Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν. ∆ιότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκού σομαι." Τοιαῦτα καὶ διὰ Ἡσαΐου πρὸς αὐτοὺς εἴ ρηκεν ὁ ∆εσπότης Θεός· "Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν· καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τρά γων οὐ βούλομαι." Καὶ ἑξῆς δὲ καταλέγει πάντα τὰ κατὰ τὸν νόμον αὐτῷ προσφερόμενα, πάντα λέγων ὁμοίως βδελύττεσθαι. Οὕτω καὶ ἐνταῦθα μισεῖν μὲν ἔφη τὰς ἑορτάς· οὐ προσδέχεσθαι δὲ τὰς ἐν τοῖς πανηγύρεσι προσφερομένας θυσίας· τὸ γὰρ οὐ μὴ ὀσφρανθῶ, ἀντὶ τοῦ, οὐ μὴ δέξομαι τέθεικεν. Οὕτω καὶ ἐπὶ τοῦ Νῶε ὁ μακάριος Μωσῆς, "Ὠσφράνθη, ἔφη, Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας·" ἀντὶ τοῦ, ἐπῄνεσε τὸν τῶν προσενηνοχότων σκοπόν. Οὐδὲ γὰρ δεῖται τούτων Θεός· ἀλλ' οὐδὲ τοῖς ὑπὲρ τῆς σφῶν αὐτῶν σωτηρίας προσφέρουσι τὴν ἐμαυτοῦ, φησὶ, παρέξομαι ἐπιφάνειαν. Παῦσαι τοίνυν καὶ ᾄδων, καὶ τοῖς μουσικοῖς κεχρημένος ὀργάνοις· οὐδὲ γὰρ ἐπιτέρπομαι τούτοις, ἀλλὰ καὶ τὴν ἀρχὴν διὰ τῶν τερπνῶν σε ποδηγῶν ἐπὶ τὰ σπουδαῖα ταῦτα προσέταξα γίνεσθαι. κδʹ. "Κυλισθήσεται ὡς ὕδωρ κρῖμα, καὶ ἡ δι καιοσύνη, ὡς χειμάῤῥους ἄβατος." Ἡ ἐξενεχθεῖσα, φησὶ, κατὰ σοῦ δικαία ψῆφος χειμάῤῥου σοι δίκην, καὶ σφοδροῦ ὕδατος, τὴν τιμωρίαν ἐποίσει, καὶ διέξ οδον εὑρεῖν οὐ δυνήσῃ· ἀναμνήσθητε δὲ, ὡς τεσ σαράκοντα ἔτη κατὰ τὴν ἔρημον διαγαγόντες, οὐ τὴν ἀπὸ θυμάτων μοι λατρείαν προσενηνόχατε, ἀλλὰ κἀκεῖ τὴν αὐτὴν ἀσέβειαν ἐπεδείξασθε, παντοδαπὰς εἰδώλων πεποιηκότες εἰκόνας, καὶ τούτοις, καὶ μέντοι καὶ ἄστροις τισὶ πᾶσαν θεραπείαν προσφέ 81.1693 ροντες. Μολὸχ γὰρ καὶ Ῥεφὰν εἰδώλων ὀνόματα· τοῦ δὲ Μολὸχ καὶ ἐν τοῖς προοιμίοις τῆς προφητείας ἐμνημόνευσε. Τούτων γὰρ χάριν, κζʹ. "Μετοικιῶ ὑμᾶς ἐπέκεινα ∆αμασκοῦ, λέγει Κύριος ὁ Θεὸς, ὁ Παντοκράτωρ ὄνομα αὐτῷ." Ἐπειδὴ γὰρ καὶ τῶν