1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

49

πλησιαζόντων αὐτοῖς Σύρων ἐδυσχέραι νον τὴν δουλείαν, τὴν ποῤῥωτέρω προλέγει, κατα πλῆξαι αὐτοὺς τῇ προῤῥήσει βουλόμενος· λέγει δὲ τὴν Ἀσσυρίων. Καὶ τοῦτο ὁ μακάριος Στέφανος ἐν ταῖς Πράξεσιν ἑρμηνεύων, "Μετοικιῶ ὑμᾶς, εἶπεν, ἐπέκεινα Βαβυλῶνος.

ΚΕΦΑΛΑΙΟΝ ∆ʹ. αʹ. "Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν, καὶ πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας! ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον ἑαυτοῖς." Ἄθλιοι, φησὶ, καὶ τρισάθλιοι οἱ τῆς μὲν Σιὼν καταφρονοῦντες, τῇ δὲ Σαμαρείᾳ θαῤῥοῦντες, καὶ μὴ σκοποῦντες, ὡς ὁ ἐν τῇ Σιὼν θεραπευόμενος Θεὸς, εἰς τὴν τῆς ἐπαγγελίας αὐτοὺς ἐπήγαγε γῆν, τοὺς πρόσθεν ταύτην οἰκοῦντας παντελῶς ἀναλώσας, καὶ λίαν αὐτοῖς εὐρεῖαν τὴν οἴ κησιν χαρισάμενος. Εἰ δὲ οὐχ οὕτω ταῦτα ἔχειν ὑπολαμβάνετε, βʹ. "∆ιάβητε εἰς Χαλάνην, καὶ διέλθετε ἐκεῖθεν εἰς Ἐμὰθ τὴν μεγάλην, καὶ κατάβητε εἰς Γὲθ, τῶν ἀλλοφύλων τὰς κρατίστας ἐκ πασῶν τῶν βασι λειῶν τούτων, εἰ πλείονά ἐστι τὰ ὅρια αὐτῶν τῶν ὑμετέρων ὁρίων." Εἰς τὰς προειρημένας πόλεις, αἵπερ εἰσὶ μέγισται, καὶ τῶν προλεχθεισῶν δὲ βασι λειῶν αἱ ἔγκριτοι, πορευθέντες ἀκριβῶς καταμάθετε, ὡς οὐκ ἐλάττων ἐστὶν ἡ ὑφ' ὑμῶν γεωργουμένη τῆς ὑπ' ἐκείνων κατεχομένης. γʹ. "Οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν·" ὡς ἀξίους ἑαυτοὺς τιμωρίας πεποιηκότες. Ἡμέραν γὰρ κακὴν, τὴν τῆς τιμωρίας ἡμέραν καλεῖ. "Οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι Σαββάτων ψευδῶν." Οἱ τῷ δοκεῖν τι μῶντες τὰ Σάββατα, μυρία δὲ ἐν αὐτοῖς παράνομα δρῶντες. Εἶτα πρὸς τούτοις ἐπιμέμφεται αὐτοῖς τρυφὴν, κλίνας ἐλεφαντίνας ὑπεστρῶσθαι αὐτοῖς λέ γων, καὶ πᾶσαν αὐτοῖς προκεῖσθαι χλιδήν· ἐρίφων μὲν ἐκ ποιμνίων, μόσχων δὲ ἐκ βουκολίων κομιζο μένων· ὀργάνων δὲ τὴν ἠχὴν ἀποτελούντων· κρότου δὲ χειρῶν πρὸς τὴν ἠχὴν γινομένου· οἴνου δὲ ἀνθ οσμίου, καὶ τούτου διηνθημένου προσφερομένου· μύρου δὲ εὐώδους τὴν ἀσωτίαν ἀποπληροῦντος. Οὕτω, φησὶν, ἐκδεδιῃτημένοι, καὶ τὸ ἁβροδίαιτον ἀσπασά μενοι, καὶ νομίσαντες μόνιμα ταῦτα εἶναι καὶ διαρκῆ, οὐ διαλογισάμενοι δὲ αὐτῶν τὸ διαῤῥέον. Τοῦτο γὰρ ἐσήμηνεν, εἰρηκώς· "Ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα. Οὐκ ἔπασχον οὐδὲν ἐν τῇ συν τριβῇ τοῦ Ἰωσήφ·" ἀλλ' ἀναλγήτως ἔφερον τοσαύ τας παρανομίας τολμῶντες. Ἰωσὴφ γὰρ αὐτοὺς 81.1696 προσηγόρευσε· τοῦ γὰρ Ἰωσὴφ ὁ Ἐφραῒμ υἱός· Ἐφραῒμ δὲ τὰς δέκα φυλὰς ὀνομάζει. ʹ, ηʹ. "∆ιὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ' ἀρχῆς δυναστῶν, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραΐμ. Ὅτι ὤμοσε Κύριος καθ' ἑαυτοῦ, λέγων, Κύριος ὁ Θεὸς τῶν δυνάμεων· ∆ιότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ἰακὼβ, καὶ τὰς χώρας αὐτοῦ με μίσηκα, καὶ ἐξαρῶ πόλιν σὺν τοῖς κατοικοῦσιν αὐ τήν." Ἄρχοντες, φησὶ, δυνατοὶ δορυαλώτους αὐτοὺς παραλήψονται, καὶ τέλος ἡ τοῦ Ἐφραῒμ δυναστεία λήψεται· ἀψευδὴς γὰρ καὶ δυνατὸς ὁ ταύτην κατ' αὐτοῦ τὴν ψῆφον ἐξενεγκών. Κατεψηφίσατο δὲ, αὐ τοῦ τὴν ἀλαζονείαν καὶ τὴν ἀσέβειαν βδελυξά μενος. θʹ-ιαʹ. "Καὶ ἔσται, ἐὰν ὑπολειφθῶσι δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ, ἀποθανοῦνται, καὶ ἀπολειφθήσον ται οἱ κατάλοιποι. Καὶ λήψονται οἱ οἰκεῖοι αὐτῶν, καὶ παραβιῶνται τοῦ ἐξενεγκεῖν τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου ναοῦ, καὶ ἐρεῖ τοῖς προεστηκόσι τοῦ οἴκου, Εἰ ἔτι ὑπάρχει παρὰ σοί; Καὶ ἐρεῖ· Οὐκέτι· καὶ ἐρεῖ· Σίγα, ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου." Τοσ αύτη, φησὶ, φθορὰ τῶν ἐνοικούντων τὴν πόλιν γενή σεται, ὡς ἐνίας οἰκίας πάντας ἔχειν τοὺς ἐνοικοῦντας νεκροὺς, καὶ τοὺς πελάζοντας, ἢ γένει προσήκοντας, ἐξ ἑτέρων οἰκιῶν παραγινομένους τῶν τετελευτηκό των τὰ σώματα παραδιδόναι ταφῇ· εἶτα ἐρευνᾷν, καὶ ἀλλήλους ἀνερωτᾷν, μὴ ἄρα εἴη ἕτερον ἄταφον. Ἀποκρινομένων δὲ τῶν ἐνδοτέρων, ὡς οὐκ εἴη· σιγῇ, φησὶ, τεθηπότες ἐξίασι, τοῦτο ποιεῖν ἀλλήλοις παρα κελευόμενοι, ὡς τοῦ Θεοῦ τῶν ὅλων ταύτην ἐξενεγ κόντος τὴν ψῆφον. ιβʹ. "∆ιότι ἰδοὺ Κύριος ἐντέλλεται, καὶ πατά ξει τὸν οἶκον τὸν μέγαν θλάσμασι, καὶ τὸν οἶ κον τὸν μικρὸν ῥήγμασιν." Ὁμοίως γὰρ τοῖς ἐν πενίᾳ, καὶ τοὺς δυνατοὺς καταλύσει. ιγʹ,