51
πεσεῖται, καὶ ὁ λαὸς αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὑτοῦ." Ἀλλὰ τὰ μὲν περὶ τοῦ λαοῦ καὶ τῆς βασιλείας ὑπῆρχεν ἀληθῆ· τὸ δὲ περὶ τοῦ βασιλέως εἰρημένον ψεῦδος ἦν προφανῶς· ἀλλ' ὅμως ἥκιστα τοῦτο τὸν Ἱεροβοὰμ εἰς τὴν κατὰ τοῦ προ φήτου παροινίαν ἐξέμηνε· τὸν δὲ Ἀμασίαν οὐδὲ τοῦτο πέπεικεν ἀγαγεῖν ἡσυχίαν. Ἀλλ' αὐτὸς ὑποχωρῆσαι τῷ προφήτῃ παρεκελεύσατο, καὶ εἰς τὴν Ἰουδαίαν βιοτεύειν, καὶ προλέγειν τὰ μέλλοντα, ὡς τῆς Βαιθὴλ ἀφωρισμένης τῇ βασιλείᾳ. Ὁ δὲ Ἀμὼς μετὰ παῤῥησίας, καὶ τὸ ἐπιτήδευμα τὸ οἰκεῖον λέγει, καὶ τὴν θεόθεν αὐτῷ δοθεῖσαν χάριν ἀποκαλύπτει. ιδʹ. "Οὔτε γὰρ, φησὶ, προφήτης ἤμην, οὔτε υἱὸς προφήτου, ἀλλ' αἰπόλος ἤμην συκάμινα κνίζων." Τὸ δὲ συκάμινα κνίζων, ὁ μὲν Ἀκύλας ἐρευνῶν, συκομόρους ἡρμήνευσεν· ὁ δὲ Θεοδοτίων, χαρακῶν συκαμίνους· ὁ δὲ Σύμμαχος, ἔχων συκομόρους. ∆ένδρου δὲ εἶδός ἐστιν ἡ συκόμορος ἐν τῇ Παλαι στίνῃ· μέμνηται δὲ καὶ ὁ μακάριος Λουκᾶς ὁ εὐαγ γελιστὴς, εἰς συκομοραίαν τὸν μακάριον Ζακχαῖον ἀναβῆναι φήσας. Ἤκουσα δέ τινος τὰ ἐκεῖθεν δι ηγουμένου, ὡς ὁ τούτων καρπὸς οὐ πεπαίνεται μὴ πρότερον τομήν τινα βραχεῖαν δεξάμενος. Τοῦτο τοί νυν εἰκὸς νενοηκέναι τοὺς Ἑβδομήκοντα, καὶ τὸ κνίζων, ἀντὶ τοῦ χαρακῶν, ἢ συλλέγων τεθεικέναι. Περὶ γεωργίαν τοίνυν, φησὶ, καὶ προβατείαν ἔχοντά με σπουδὴν ἀνέλαβε Κύριος ἐκ τῶν προβάτων, καὶ προφητεύειν ἐκέλευσε. ∆έχου τοίνυν, ὦ Ἀμασία, καὶ τὴν κατὰ σοῦ πρόῤῥησιν, ἐπειδή με τῷ Ἰσραὴλ προφητεύειν κωλύεις, ἵνα μή σε κακῶς χρηματιζό μενον παύσω. Ἴσθι τοιγαροῦν, ὡς ὄψει τὴν νῦν συν οικοῦσάν σοι γυναῖκα δημοσίᾳ καὶ προφανῶς ὑπὸ τῶν πολεμίων ὑβριζομένην· ἐπειδήπερ καὶ σὺ εἰς τὴν τῆς εἰδωλολατρείας ἀκολασίαν ἐξέμηνας τὸν λαόν. Ὄψει δὲ καὶ τοὺς ἐκ σοῦ πάντας ἀναιρουμέ νους· σὺ δὲ ἐν ἀλλοφύλῳ γῇ δέξῃ τοῦ βίου τὸ πέρας, καὶ ὁ λαὸς δὲ ἅπας τὴν αὐτήν σοι τιμωρίαν ὑπομενεῖ· ὑμῶν δὲ ταῦτα παθόντων, ἄλλοις ἡ γῆ παραδοθεῖσα διανεμηθήσεται.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ, βʹ. Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. Καὶ εἶπε πρός με· Τί σὺ βλέπεις, Ἀμώς; Καὶ εἶπον· Ἄγγος ἰξευτοῦ." Σημαίνει δὲ ἡ ὄψις τὴν ταχεῖαν θήραν τοῦ Ἰσραήλ. Ὥσπερ γὰρ τὰ 81.1701 ὄρνεα τῷ ἰξῷ ῥᾳδίως θηρεύσεται, οὕτως ὑπὸ τῶν Ἀσσυρίων ὁ λαὸς ἀγρευθήσεται. "Εἶπε γὰρ Κύριος πρός με· Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραήλ· οὐκέτι οὐ μὴ προσθῶ παρ ελθεῖν αὐτόν. (γʹ.) Καὶ ὀλολύζει τὰ φατνώματα τοῦ ναοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, πολὺς ὁ πεπτωκὼς, ἐν παντὶ τόπῳ ἐπιῤῥίψω σιωπήν." Οὐκέτι μακροθυμήσω, ἀλλὰ τῶν προῤῥήσεων ἐπάξω τὸ πέρας. Χωρήσει δὲ κατὰ τοῦ ναοῦ τοῦ ἐμοῦ τῶν πολεμίων τὸ πῦρ· ὀλολυγὴν δὲ τῶν τοῦ ναοῦ φατνωμάτων τῶν ἔνδον ἀναιρουμένων ἐκάλεσε τὴν βοὴν, καὶ τῶν ἐμπιπραμένων ξύλων τὸν ἦχον· τὸ δὲ, "Πολὺς ὁ πεπτωκὼς, ἐν παντὶ τόπῳ ἐπιῤῥίψω σιω πὴν," πλῆθος, φησὶ, πολὺ ἔσται τῶν ἀναιρουμένων· πολλὴ δὲ σιγὴ καὶ σιωπὴ τὰς πόλεις, καὶ τὰς ὁδοὺς, καὶ τὰς κώμας ἀπὸ τῆς τῶν οἰκητόρων ἐρημίας καθ έξει. Προσέχετε τοίνυν τούτοις, οἱ τοὺς πτωχείᾳ καὶ πενίᾳ συζῶντας πιέζοντες, καὶ τὰς Νουμηνίας καὶ τὰ Σάββατα περισκοποῦντες, καὶ τὰ παράνομα συναθροί ζοντες κέρδη, σταθμοῖς τε καὶ ζυγοῖς ἀδίκοις κεχρημέ νοι, καὶ διαφόρως τοὺς ὑποδεεστέρους καταδουλούμε νοι, καὶ ἀπὸ παντὸς εἴδους ἐμπορίας χρηματιζόμενοι. ζʹ, ηʹ. "Ὀμνύει Κύριος καθ' ὑπερηφανίαν Ἰακώβ· Εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν. Καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς Αἰ γύπτου." Ὑπερηφανίαν δὲ καλεῖ τὴν μετ' αὐθαδείας ἀδικίαν, ἣν κατὰ τῶν πενήτων ἐτόλμων. Ὀμόσαι δὲ τὸν Κύριον ἔφη, τὸ ἀψευδὲς τῶν εἰρημένων δεικνύς. Οὐκ έτι, φησὶν, οἷόν τινι λήθῃ παραδώσω τὰ ὑφ' ὑμῶν τολμώμενα, ἀλλὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, καθ' ὑμῶν κινήσω τὴν γῆν, καὶ καλύψω ὑμᾶς τῷ πλήθει τῶν πολεμίων, καθάπερ ὁ Αἰγύπτου ποταμὸς καλύπτει τὴν γῆν. Λαβόντες δὲ ὑμᾶς ἀπάξουσιν, ἔρημον τὴν γῆν τὴν ὑμετέραν