1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

53

κατεχομένης ἐγένεσθε γῆς, ἐπειδὴ τῆς ἐμῆς ἀπηλαύσατε βοηθείας. ηʹ. "Ἰδοὺ γὰρ, φησὶν, οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ ἐπὶ τὴν βασιλείαν τὴν ἁμαρτωλὸν, καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι εἰς τέλος οὐ μὴ ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει Κύριος." Καὶ γὰρ μυρίαις παρανομίαις συζῶντας οὐ παραδώσω πανωλεθρίᾳ· ἀλλὰ νῦν μὲν αὐτοὺς εἰς τὴν αἰχμαλω σίαν διασπερῶ, καθάπερ δὲ γεωργὸς ἀποκρινῶ σίτου τὸ ἄχυρον, καὶ φυλάξω μὲν τοὺς σωτηρίας ἀξίους, τοὺς δὲ λοιποὺς παραδώσω σφαγῇ, οἳ πιστεῦσαι τοῖς ἐμοῖς οὐκ ἠβουλήθησαν λόγοις, ἀλλὰ διαφυγεῖν ἤλ πισαν τῶν ἠπειλημένων τὴν πεῖραν. ιαʹ, ιβʹ. "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκη νὴν ∆αβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ τὰ ἀνεσκαμμένα ἀναστή σω, καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος. Ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀν θρώπων, καὶ πάντα τὰ ἔθνη, ἐφ' ἃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτὰ, λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα." Ταῦτά τινες εἰς τὸν Ζοροβάβελ ἐξ έλαβον, ἁρμόττειν αὐτῷ νομίσαντες, ὡς ἐκ ∆αβὶδ τὸ γένος κατάγοντι. Συνιδεῖν δὲ οὐκ ἠθέλησαν, ὡς ὁ Ζο ροβάβελ ὀλίγον ἡγεμονεύσας χρόνον τοῦ θανάτου τὸν ὅρον ἐδέξατο· ἡ δὲ προφητεία αἰωνίων ἀγαθῶν ἐπαγ γελίαν περιέχει, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν εἰς Θεὸν ἐπίγνωσιν, ὧν οὐδὲν τοῖς ὑπὸ τοῦ Ζοροβάβελ γεγενημένοις συμβαῖνον εὑρίσκομεν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐκ ∆αβὶδ κατάγων κατὰ σάρκα τὸ γένος, τὴν πρὸς τὸν ∆αβὶδ γεγενημένην ἐπαγγε λίαν ἐπλήρωσεν. "Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν," τὴν ἐκ ∆αβὶδ ἀναλαβὼν σκη νήν. Εἰκότως οὖν ὁ προφητικὸς λόγος τῷ ∆αβὶδ τὴν σκηνὴν ἀνοικοδομηθήσεσθαι λέγει, οὐκ ἐπ' ὀλίγον χρόνον, ἀλλὰ πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. Τοιαῦται γὰρ καὶ πρὸς τὸν μακάριον ∆αβὶδ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ὑποσχέσεις ἐγένοντο· "Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ." Καὶ πάλιν· "Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰ κοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου." Ταύτην τὴν ἐπαγγελίαν καὶ διὰ τοῦ μακαρίου Ἀμὼς ἀνακαινίζει τῶν ὅλων ὁ Κύριος· ἐπαγγέλλεται δὲ καὶ τοῖς ἔθνεσι τῆς θεογνωσίας τὸ δῶρον. Τῆς γὰρ ∆αβι τικῆς, φησὶν, ἀνοικοδομουμένης σκηνῆς, ἐκζητήσουσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη 81.1708 ἐφ' ἃ ἐπικέκληται τὸ ὄνομά μου. "Οὓς γὰρ προ έγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς." Καὶ δεικνὺς τῶν εἰρημένων τὸ ἀψευ δὲς, ἐπήγαγε· "Λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα·" ὁ γὰρ ποιῶν τὰ πράγματα προεῖπε τὰ ῥήματα. Ἐπει δὴ δὲ οὐχ ἅπαντες ταῖς πνευματικαῖς ἐπαγγελίαις προσέχειν ἠδύναντο, ἀναγκαίως καὶ τῶν σωματικῶν ἀγαθῶν ὑπισχνεῖται τὴν χορηγίαν, καὶ τοσαύτην ἔσεσθαι τούτων προλέγει τὴν ἀφθονίαν, ὡς ὑπὸ τοῦ τρυγητοῦ καταληφθῆναι τὸν ἀμητὸν, διὰ τὸ πλῆθος, ὡς εἰκὸς, τῶν καρπῶν, οὐ δυνηθέντων τεμεῖν καὶ λε πτῦναι τῶν γηπόνων τὰ δράγματα. Ἀλλὰ καὶ ἐν τῷ σπόρῳ, φησὶν, ἔτι περκαζούσης ἅψονται τῆς στα φυλῆς, καὶ τὰ ὄρη δὲ τοὺς παντοδαποὺς τῶν ἀκρο δρύων δώσει καρπούς· οὐδεὶς δὲ τῶν βουνῶν ἀπολει φθήσεται γεγυμνωμένος φυτῶν. Τῆς δὲ αἰχμαλωσίας ἀπαλλαγεὶς ὁ λαὸς, τὰς ἀναστάτους γενομένας ἀνοι κοδομήσει πόλεις, καὶ ἐν αὐταῖς κατοικῶν ἀδεῶς γεωργήσει τὴν γῆν, καὶ φυτεύων, καὶ σπείρων, καὶ τῶν πόνων δρεπόμενος τοὺς καρπούς· καὶ ἐπὶ πλεῖστον δὲ τὴν δεδομένην αὐτοῖς οἰκήσουσι πατρίδα. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· ιεʹ. "Καὶ καταφυτεύσω αὐτοὺς ἐν τῇ γῇ αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἐκ τῆς γῆς αὑτῶν, ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκρά τωρ." Εἰδέναι δὲ χρὴ, ὡς ὑπισχνεῖται μὲν πολλάκις ἀγαθὰ τῶν ὅλων ὁ Κύριος· οἱ δὲ τὰς ὑποσχέσεις δε χόμενοι, παρανομίᾳ χαίροντες, πέρας λαβεῖν τὰς ὑπο σχέσεις κωλύουσιν. Ἀπειλεῖ δὲ ἔστιν ὅτε καὶ τὰ χαλεπὰ, καὶ μεταβαλλόμενοι τῷ φόβῳ τῶν ἀπειλῶν οἱ διὰ τὴν σφετέραν παρανομίαν ταύτας δεξάμενοι, πεῖραν τῶν λυπηρῶν οὐ λαμβάνουσι. Τοιγάρτοι καὶ Ἰουδαῖοι κατὰ τοῦ