1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

55

λέγων ἐν τῇ καρδίᾳ αὑτοῦ· Τίς με κατάξει ἐπὶ τὴν γῆν;" Σφό δρα ὑψηλαῖς ὀρῶν κορυφαῖς ἡ Ἰδουμαία περιεστοί χιστο· ταύτας ἐν ταῖς τῶν πολεμίων ἐφόδοις κατα λαμβάνοντες, πολλὰς πολλάκις διέφυγον προσβολάς. Ἐπειδὴ τοίνυν, φησὶ, ταύταις θαῤῥῶν ἀλαζονεύῃ καὶ μέγα φρονεῖς ὡς ἀχείρωτος, εὐάλωτόν σε κατα στήσω καὶ εὐχείρωτον τοῖς ἐχθροῖς, καὶ τῶν πολε μίων οὐ διαφεύξῃ τὰς χεῖρας, οὐδὲ εἰ δίκην ἀετοῦ μετέωρος ἀρθείης, καὶ ὑπὲρ αὐτὰ τὰ νέφη τὴν πτῆ σιν ποιήσαιο, καὶ παρ' αὐτὰ σχοίης τὰ ἄστρα τὴν οἴκησιν. Καὶ σημαίνων οἵᾳ πανωλεθρίᾳ παραδοθή σεται, ἐπήγαγεν· εʹ, ʹ. "Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ, ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ αὐτοῖς; Καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σὲ, οὐκ ἂν ὑπελείποντο ἐπιφυλλίδα; Πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη αὐτοῦ τὰ κεκρυμμένα;" Οἱ μὲν κλέπται τὰ ἐν προχείρῳ κείμενα λαβόντες ἀπίασι, δεδιότες ἅπασαν ἐρευνῆσαι τὴν οἰκίαν· καὶ δὴ καὶ οἱ τὰς ἀμπέλους τρυγῶντες ὀκνοῦσιν ἁπάσας διερευ νᾷν ἀκριβῶς· διὸ τοὺς μείζους τῶν βοτρύων συλλέ γοντες, πολλὰς ἐν πολλοῖς κλήμασι καταλείπουσι ῥᾶ γας. Σὲ δὲ οὕτως ἐρευνήσουσιν οἱ πολέμιοι, ὡς μηδὲ τὰ εἰς ἀδήλους σοι τόπους κατακεκρυμμένα τὰς ἐκεί νων χεῖρας διαφυγεῖν. ζʹ. "Ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε, πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι· ἠδυνήθη σαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου· οἱ συνεσθίοντές σοι ἔθηκαν ἔνεδρα ὑποκάτω σου." Προστεθήσονται, φησὶ, τοῖς πολεμίοις, καὶ οἱ χθὲς καὶ πρώην εὐ νοϊκῶς περὶ σὲ διακείμενοι, καὶ ὁμόσπονδοί σου 81.1713 ὄντες καὶ σύμμαχοι. Τοῦτο γὰρ εἶπεν, Οἱ ἄνδρες τῆς διαθήκης σου, καὶ οἱ πρὸ βραχέος συνεστιώ μενοί σοι καὶ συνευωχούμενοι, οὐ μόνον σε τῶν πό λεων ἀλλὰ καὶ αὐτῶν τῆς χώρας ἐξελάσουσι τῶν ὁρίων, καὶ προφανῶς πολεμοῦντες, καὶ ἐνέδραις χρώμενοι· αἰτία δέ σοι τῶν κακῶν τούτων ἡ ἄνοια. Τοῦτο γὰρ παρεδήλωσεν, εἰρηκώς· "Οὐκ ἔστι σύνεσις αὐτῷ. (ηʹ, θʹ.) Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδου μαίας, καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ. Καὶ πτοηθήσον ται οἱ μαχηταί σου ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ ἄν θρωπος ἐξ ὄρους Ἡσαῦ." Πάντας ὁμοῦ καὶ τοὺς ἐπ' ἀνδρείᾳ γαυριῶντας, καὶ τοὺς ἐπὶ σοφίᾳ βρενθυο μένους, καὶ τοὺς ὑπὸ τούτοις τελοῦντας, ὀλέθρῳ παντελεῖ παραδώσω. Καὶ δεικνὺς τῆς ψήφου τὸ δί καιον, ιʹ. "∆ιὰ τὴν σφαγὴν, φησὶ, καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ. Καὶ καλύψει σε αἰ σχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα." Λέγει δὲ καὶ τῆς εἰς τὸν ἀδελφὸν ἀδικίας τὰ εἴδη. ιαʹ. "Ἀφ' ἧς ἡμέρας ἀντέστης ἐξεναντίας, ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱε ρουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦσθα ὡς εἷς ἐξ αὐτῶν." Τὸ μὲν γὰρ τοὺς ἀλλογενεῖς ἐπελθεῖν, καὶ πολεμῆσαι, καὶ ἀνδραποδίσαι, δεινὸν ὂν, ἧττόν ἐστι δεινόν· ὑμῖν δὲ τοῖς ὁμογενέσι, καὶ ἐκ τοῦ Ἀβραὰμ τὸ γένος κατάγουσι, ταῦτα εἰς τοὺς συγ γενεῖς τετολμηκόσιν, οὐδεμία συγγνώμης καταλεί πεται πρόφασις. Τοὺς γὰρ τῆς συγγενείας πατή σαντες νόμους, συνηργεῖτε μὲν τοῖς ἀλλοτρίοις, ἐπο λεμεῖτε δὲ τοῖς οἰκείοις. "Καὶ σὺ γὰρ, φησὶν, ἦσθα ὡς εἷς ἐξ αὐτῶν." Ταῦτα δὲ οὐχ ὡς γεγενημένα, ἀλλ' ὡς ἐσόμενα προλέγει, κατὰ τὸ οἰκεῖον ἰδίωμα· καὶ δηλοῖ τὰ ἐπαγόμενα. ιβʹ. "Μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων." Ἡμέραν δὲ καλεῖ τὸν τῆς τιμωρίας καιρόν. Τὸ δὲ, Μὴ ἐπίδῃς, ἀπὸ τῆς κοινῆς εἴληφε χρήσεως· εἰώθασι γάρ τινες λέγειν· Ἐπεῖδον τὸν δεῖνα· τουτέστιν, Ἐφήσθην αὐτῷ κακοῖς προσ παλαίοντι. Τοῦτο δὲ καὶ τὸ ἐπαγόμενον ἑρμηνεύει. "Καὶ μὴ χαῖρε ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ θλίψεως αὐτῶν." Ὁρῶν τὰ ἐκείνων κακὰ μὴ με γαφρονήσῃς, ὡς τούτων ἀπείραστος διαμείνας κα κῶν. ιγʹ. "Μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν." Μὴ συνεισέλθῃς τοῖς πολεμίοις πορ θοῦσι τῶν συγγενῶν σου τὴν πόλιν. "Καὶ μὴ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐ τῶν." Μὴ τοῖς ἀλλοτρίοις, φησὶ, παραπλησίως ἐφησθῇς τιμωρουμένοις αὐτοῖς. "Μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν." Μηδὲ αὐξήσῃς αὐτοῖς ταῖς σαῖς ἐφόδοις τὰς τιμω