1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

56

ρίας. 81.1716 ιδʹ. "Μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, ἐξολοθρεῦσαι τοὺς ἀνασωζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας αὐτῶν ἐν ἡμέρᾳ θλί ψεως." Μὴ λοχήσῃς αὐτοὺς ἐν ταῖς ὁδοῖς ἐνεδρεύων, ὥστε μηδὲ φυγῇ τὴν σωτηρίαν πορίσασθαι, ἀλλὰ ταῖς σαῖς πάγαις περιπεσεῖν, καὶ ταῖς τῶν δυσμε νῶν παραδοθῆναι χερσίν. Τίς ἂν ἀξίως ὑμνήσειε τὴν ἄῤῥητον ἀγαθότητα τοῦ δικαίου Κριτοῦ, ὃς ἀκριβῶς ἐπιστάμενος, ὡς τοῖς προφητικοῖς οὐ πεισθήσονται λόγοις, καὶ τὴν προκειμένην προσέθηκεν ἀπειλὴν, ἵνα τῇ μὲν δεδιξάμενος, τῇ δὲ καταθέλξας, μαλάξῃ τοὺς θηριώδεις; Ἐπάγει γάρ· ιεʹ. "∆ιότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη." Πᾶσι γὰρ τοῖς παρανομοῦσιν ἔθνεσι δι καίαν ἐπιτίθημι τιμωρίαν, καὶ σοὶ δὲ πεισθῆναι μὴ βουλομένῳ ταύτην ἐποίσω. "Ὃν τρόπον γὰρ ἐποίη σας, ἔσται οὕτως σοι· τὸ ἀνταπόδομά σου ἀνταπο δοθήσεταί σοι εἰς κεφαλήν σου." ∆ίκαια πείσῃ τιμωρίᾳ παραδιδόμενος· δρέπῃ γὰρ ὧν ἔσπειρας τοὺς καρπούς· διότι, ιʹ. "Ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον," τὸν μυστικόν· "πίονται, καὶ καταπίονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες." Ὥσπερ γάρ σε δίκας εἰσπράξομαι ὧν εἰς τοὺς ἐμοὶ ἀνακειμένους τόπους τετόλμηκας· οὕτω καὶ τὰ κοινωνήσαντά σοι τῆσδε τῆς παρανομίας ἔθνη τὴν προσήκουσαν δέξεται τιμωρίαν. Οἴνου γὰρ πόσιν τὴν τιμωρίαν ἐκάλεσε· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει, λαβεῖν τὸ ποτή ριον προσταχθεὶς, καὶ ποτίσαι πάντα τὰ ἔθνη. Καὶ πολλαχόθεν δὲ ῥᾴδιον διαγνῶναι. Ἀλλ' ὑμεῖς μὲν, Ἰδουμαῖοι, ποινὴν τίσετε ὑπὲρ ὧν εἰς τοὺς ἀδελφοὺς τετολμήκατε. ιζʹ. "Ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται σωτηρία, καὶ ἔσται ἅγιον." Ἐπανάξω γὰρ αὐτοὺς αἰχμαλώτους γεγενημένους, καὶ τὸν ἅγιον ἀναστήσω νεών. Προ αγορεύει δὲ κατὰ ταυτὸν τὴν γενομένην πᾶσιν ἀν θρώποις ἐν τῇ Σιὼν σωτηρίαν, καὶ τὸν ἐκεῖθεν εἰς πᾶσαν τὴν οἰκουμένην προχυθέντα ἁγιασμὸν διὰ τοῦ σωτηρίου σταυροῦ. "Καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κληρονομήσαντας αὐτούς." Τοσαύτην δὲ αὐτοῖς ἐπανελθοῦσι παρέξω ῥώμην καὶ δύναμιν, καὶ εἰς τοσοῦτον πλῆθος αὐτοὺς αὐξήσω, ὡς καὶ τὴν ὑμετέραν, καὶ τῶν ἄλλων ἐθνῶν τῶν ὁμόρων τὴν γῆν ὑφ' ἑαυτοὺς ποιήσασθαι. ιηʹ. "Καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ, καὶ ὁ οἶκος Ἰωσὴφ φλὸξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην· καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς, καὶ καταφάγονται αὐ τούς." Ἀσθενείᾳ γὰρ τοσαύτῃ παραδοθήσεσθε, ὥστε πυρὸς δίκην ὑπ' ἐκείνων ἀναλωθῆναι. Ἰακὼβ δὲ καὶ Ἰωσὴφ τοὺς αὐτοὺς προσηγόρευσεν, ἐπειδὴ καὶ Ἐφραῒμ (υἱὸς δὲ οὗτος τοῦ Ἰωσὴφ), τὰς δέκα φυλὰς πολλάκις ὠνόμασε. "Καὶ οὐκ ἔσται πυρφόρος τῷ 81.1717 οἴκῳ Ἡσαῦ, ὅτι Κύριος ἐλάλησε." Τὸν πυρφόρον ὁ μὲν Σύμμαχος διασωζόμενον εἴρηκεν· Ἀκύλας δὲ καὶ Θεοδοτίων, καταλελειμμένον. Τὸν παντελῆ τοίνυν ὄλεθρον αὐτῶν προδηλῶν, τοῖσδε τοῖς λόγοις ἐχρήσατο. Καὶ οἱ Ἑβδομήκοντα δὲ τὸν πυρφόρον τεθείκασιν οὐχ ἁπλῶς· ἀλλ' ἐπειδὴ πῦρ τὸν Ἰακὼβ, καὶ φλόγα τὸν Ἰωσὴφ κοινῇ πάντες εἰρήκασι (ῥώμην δὲ ταῦτα καὶ δύναμιν παραδηλοῖ τὰ ὀνόματα), ἠβου λήθησαν εἰπεῖν, ὡς οὐδεμία δύναμις τοῖς Ἰδουμαίοις ὑπολειφθήσεται. ιθʹ. "Καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τοῦ Ἡσαῦ." Καὶ τοῦτο δὲ συμφώνως οἱ τρεῖς ἑρμηνευταὶ νότον ἡρμηνεύκασιν· οὕτω γὰρ ὁ νότος προσαγορεύεται τῇ Ἑβραίων φωνῇ. Λέγει τοίνυν, ὅτι οἱ πρὸς νότον οἰκοῦντες τῆς Ἱερουσαλὴμ, τουτ έστι τῶν Ἰδουμαίων οἱ ὅμοροι, οἷόν τινα κλῆρον ἕξουσι καὶ μερίδα τῶν Ἰδουμαίων τὴν γῆν· "οἱ δὲ ἐν τῇ Σεφηλὰ" (ἀστυγείτονες δὲ οὗτοι τῶν Ἀλλο φύλων), ὑφ' αὑτοὺς τὴν νῦν ὑπὸ τῶν Ἀλλοφύλων κατεχομένην ποιήσονται χώραν. Καθέξουσι δὲ κοινῇ πάντες οἱ τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, καὶ τὸ Ἐφραῒμ ὄρος, καὶ τὸ ὑποκείμενον πεδίον, καὶ τὸν τοῦ Βενιαμὶν κλῆρον, καὶ τὴν Γαλααδῖτιν ἅπασαν· ὅρους δὲ ἕξουσιν οὓς πάλαι εἶχον ὅρους οἱ Χαναναῖοι, ὡς τέλος εἶναι τὴν Σαρέφθαν τῆς ὑπὸ τοῦ Ἰσραὴλ κατεχομένης γῆς. Καθέξει δὲ καὶ τὴν Ἐφραθὰ πόλιν ἡ Ἱερουσαλὴμ, καὶ τὰς ταύτης ἔτι νοτιωτέρας· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· "Κληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ." Οὐκ