1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

58

δειμάμενος, καὶ τὴν Ἱερουσαλὴμ εἰς τὴν προτέραν ἐπαναγαγὼν εὐπρα ξίαν, δεδήλωκε πάλιν, οὐ τοῖς πελάζουσι μόνοις, ἀλλὰ καὶ τοῖς ἄποθεν οἰκοῦσιν, ὡς μόνος ἐστὶν ἱκανὸς προμηθεῖσθαι καὶ προστατεύειν ὧν βούλεται. Καὶ ἐπὶ τῶν Μακεδόνων δὲ πολλάκις τὴν οἰκείαν ὑπέδειξε δύναμιν, καὶ μέντοι καὶ διὰ τῶν προφητῶν θαυμα τουργῶν καὶ τὰ ἐσόμενα προλέγων, πολλὰ τῶν ἐθνῶν πρὸς ἀλήθειαν ἐποδήγησεν. Οὕτω τὸν μέγαν Ἐλισ σαῖον τὸ τῶν Σύρων ἔδεισεν ἔθνος, ποτὲ μὲν ἀορασίας ὑπ' αὐτοῦ δεξάμενον νέφος, ποτὲ δὲ τοῦ Νεεμὰν τὴν κάθαρσιν θεασάμενον. Τοσοῦτον γὰρ ἔσχε τοῦδε τοῦ προφήτου σέβας, ὡς ἀῤῥωστίᾳ περιπεσόντα τὸν βασιλέα πρὸς τοῦτον ἀποστεῖλαι τὸν Ἀζαὴλ πευσό μενον εἰ ῥωσθήσεται· καὶ αὐτὸν δὲ τὸν Ἀζαὴλ οὗτος αὐτὸς ὁ προφήτης ἔχρισε βασιλέα τοῖς Σύροις. Καὶ τὸν θεσπέσιον δὲ Ἱερεμίαν τοσαύτης ἠξίωσε τιμῆς τῶν Βαβυλωνίων ὁ βασιλεὺς, ὡς αἵρεσιν αὐτῷ τῆς οἰκήσεως δοῦναι· καὶ τοὺς μὲν ἄλλους ἅπαντας καὶ βασιλέας καὶ ἄρχοντας αἰχμαλώτους ἀπήγαγε, τούτῳ δὲ μόνῳ δέδωκεν ἐξουσίαν διάγειν ὅπου βούλεται. Οὕτω καὶ τὸν μακάριον Ἰωνᾶν Νινευϊτῶν ὁ τῶν ὅλων Θεὸς προφήτην ἐχειροτόνησε. Πόλις δὲ ἦν αὕτη πά λαι μεγίστη, καὶ τοῦ τῶν Ἀσσυρίων βασιλέως τὰ βασίλεια δεξαμένη. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος δι' ἀνθρωπείας φύσεως ἐπιφαίνεσθαι τοῖς ἀνθρώποις, καὶ ἅπαντα τὰ ἔθνη τῷ τῆς θεογνω σίας καταφωτίζειν φωτὶ, καὶ πρὸ τῆς οἰκείας ἐναν θρωπήσεως τὴν θείαν αὑτοῦ τοῖς ἔθνεσιν ὑποδείκνυσι προμήθειαν, ἵνα τοῖς προλαβοῦσι τὰ ἐσόμενα βεβαιώ σῃ, καὶ διδάξῃ πάντας, ὡς οὐκ Ἰουδαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν, καὶ τῆς Παλαιᾶς καὶ Νέας ∆ιαθήκης τὴν συγγένειαν δείξῃ. Εἰ γὰρ μηδεμίαν τῶν ἐθνῶν πρὸ τῆς ἐνανθρωπήσεως ἐποιήσατο πρόνοιαν, ἕτερον ἂν αὐτὸν ὑπέλαβον Ἰουδαῖοι Θεὸν, ὡς ἐναντία δρῶντα τῷ δεδωκότι τὸν νόμον· ὁ μὲν γὰρ μόνον Ἰου δαίων ἐφρόντιζεν· οὗτος δὲ πάντων ἀνθρώπων ἐποιεῖ το τὴν ἐπιμέλειαν. Τοῦτο δὲ πέπονθε Μαρκίων ὁ 81.1724 βδελυρὸς, ἄλλον τοῦτον παρ' ἐκεῖνον φήσας Θεὸν, καὶ ταῦτα κἀν τῇ Παλαιᾷ τὴν περὶ πάντας ἀνθρώπους αὐτοῦ θεασάμενος πρόνοιαν. Ἀλλ' ἵνα μὴ πέρα τοῦ μέτρου μηκύνωμεν, ἐπ' αὐτὴν ἔλθωμεν τοῦ προφήτου τὴν ἑρμηνείαν.

ΚΕΦΑΛΑΙΟΝ Αʹ. Ὁ μακάριος Ἰωνᾶς καὶ ἄλλας ἐποιήσατο προφη τείας· οὐκ ἐμφέρονται δὲ αὗται τῷ συγγράμματι τούτῳ· μεμαθήκαμεν δὲ ἐκείνας ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν. Περὶ γὰρ τοῦ Ἱεροβοὰμ, ὃς τρίτος ἐξ Ἰηοῦ γεγονὼς τῶν δέκα φυλῶν ἐβασίλευσε, τοι αῦτα ἡ Γραφὴ διδάσκει· Αὐτὸς ἀποκατέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου Ἠμὰθ, ἕως τῆς θαλάσσης τῆς πρὸς ἑσπέραν, κατὰ τὸ ῥῆμα Κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὑτοῦ Ἰωνᾶ, τοῦ υἱοῦ Ἀμαθεὶ, τοῦ προφήτου τοῦ ἀπὸ Γεθοφρᾶ. Καὶ ἡ προφητεία δὲ τὴν αὐτὴν ἔχει τοῦ πατρὸς προσηγορίαν. Τοῦτον ἐκέλευσεν ὁ τῶν ὅλων Θεὸς εἰς Νινευῒ τὴν πόλιν ἀφικέσθαι, καὶ τὴν ἐσο μένην αὐτοῖς διὰ τὴν πολλὴν παρανομίαν προαγγεῖλαι πανωλεθρίαν. "Ἀνέβη γὰρ, φησὶν, ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρός με." Τουτέστιν, εἰς πολλὴν ἐξώκειλαν πονηρίαν, ὥστε ὑπερβῆναι τῆς μακροθυ μίας τοὺς ὅρους. Ἀλλὰ τούτων ὁ προφήτης τῶν λόγων ἀκούσας, φυγὴν τῆς ὑπακοῆς προτετίμηκε, καὶ ἀποδρᾶναι τετόλμηκεν εἰς Θαρσίς. Τὴν δὲ Θαρ σὶς, τινὲς μὲν Ταρσὸν ἀπὸ τῆς τοῦ ὀνόματος συγγε νείας ὑπέλαβον εἶναι, τινὲς δὲ τὴν Ἰνδίαν οὕτως ἔφασαν ὠνομᾶσθαι· συνιδεῖν οὐκ ἐθελήσαντες, ὡς τῶν Ἀσσυρίων ἡ βασιλεία τῆς Ἰνδῶν ἐστιν ὅμορος· ἔθος δὲ τοῖς φεύγουσι τὰ ἑῷα ἐπὶ τὴν ἑσπέραν χω ρεῖν, καὶ τοῖς τὰ νότια δραπετεύουσιν ἐπὶ τὰ βόρεια τρέχειν· ἄλλως τε καὶ εἰς τὴν Ἰόππην κατῆλθε, πόλιν παραλίαν τῆς Παλαιστίνης, ἵνα ἐκεῖθεν ἀπάρῃ· ἐπίκειται δὲ τῇ πρὸς ἑσπέραν κειμένῃ θαλάττῃ. ∆ιὰ τούτου δὲ τοῦ πελάγους οὐκ ἂν ναυτιλίᾳ τις χρώ μενος εἰς Ἰνδίαν ἀπέλθοι· μεταξὺ γὰρ τῆς τε ἡμε τέρας θαλάττης, καὶ τῆς Ἰνδικῆς, ἤπειρός ἐστι με γίστη, ἡ μὲν οἰκουμένη, ἡ δὲ παντελῶς ἔρημος· καὶ ὄρη δὲ πλεῖστα καὶ μέγιστα, μεθ' ἃ τῆς