1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

62

ποιεῖται τὴν πορείαν ὡς προσετάχθη, καὶ καταλαμβάνει τὴν Νινευΐ. Μηδεὶς δὲ ἀνοήτως πολυπραγμονείτω, πῶς αὐτὸν τὸ κῆτος ἐξήμεσε· πάντα γὰρ δυνατὰ βουλομένου Θεοῦ· μήτε μὴν παρὰ ποίαν αὐτὸν ἐξήγαγεν ἠϊόνα· καὶ τοῦτο γὰρ τῶν ἄγαν ἐστὶ περιττῶν. Ἀρκείσθω δὲ πᾶς εὐ σεβὴς τῇ διδασκαλίᾳ τοῦ Πνεύματος. γʹ. "Ἡ δὲ Νινευῒ, φησὶν, ἦν πόλις μεγάλη τῷ Θεῷ, ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν." Περὶ πολ λοῦ, φησὶν, ὁ Θεὸς τὴν ταύτης ἐποιεῖτο σωτηρίαν, ἅτε δὴ πολλοὺς ἐν αὐτῇ διαπλάσας ἀνθρώπους. Τὸ δὲ, "Ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν," τινὲς μὲν περὶ τῆς χώρας ἐξειλήφασι τῆς ὑπὸ τὴν πόλιν τελούσης, ὡς τριῶν ἡμερῶν ὁδὸν κατά τε τὸ μῆκος, καὶ τὸ εὖ ρος ἐχούσης· τινὲς δὲ ὡς τοῦ κηρύττοντος διὰ τριῶν ἡμερῶν ἅπασαν περινοστῆσαι δυναμένου τὴν πόλιν. Εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνό τις δέξαιτο, οὐδὲν λυμα νεῖται τῇ ἀληθείᾳ· ἀλλ' ὅμως ἐμοὶ δοκεῖ τὸ δεύτερον ἀληθέστερον εἶναι· τοῦτο δέ με προαιρεῖσθαι τὸ ἐπαγόμενον ἀναγκάζει. δʹ. "Ἤρξατο γὰρ, φησὶν, Ἰωνᾶς τοῦ εἰσπορεύεσθαι εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς." Οὐ κατ' εὐθὺ τῆς πόλεως ὁδεύων, ἀλλ' ἀγορὰς καὶ ἀγυιὰς, καὶ ῥύμας περινοστῶν, καὶ κηρύττων, ὅτι "Ἔτι τρεῖς ἡμέραι καὶ Νινευῒ καταστραφήσεται. Ταύτας δὲ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμαχος, καὶ ὁ Θεοδοτίων, τεσσαράκοντα ἔφασαν, συμφωνοῦσι δὲ τούτοις καὶ ὁ Σύρος, καὶ ὁ Ἑβραῖος· ἔχει δὲ καὶ τὸ εἰκὸς οὗτος ὁ ἀριθμός. Καὶ γὰρ τρισὶν ἡμέραις ποτὲ μὲν ἅπασαν ἐνόστησε τὴν πόλιν ὁ Ἰωνᾶς, ποτὲ δὲ τὴν μετάνοιαν τὴν ἐπίπονον ἐκείνην οἱ Νινευῗται τῷ Θεῷ προσενεγκόντες, τῆς παρ' αὐτοῦ σωτηρίας ἀπ ήλαυσαν· ποτὲ δὲ πρὸ τῶν πυλῶν καθήμενος τὸ τῆς προφητείας ἀνέμενε τέλος. ∆ιό μοι δοκεῖ τὸ τῶν τεσ σαράκοντα ἡμερῶν ἀληθέστερον εἶναι. Εἰκὸς δὲ καὶ τοὺς Ἑβδομήκοντα σύμφωνον τοῖς ἄλλοις τεθεικέναι τὸν ἀριθμόν· τοὺς δὲ τὴν ἀρχὴν ἐγγραψαμένους ἁμαρτεῖν περὶ τοῦτο, εἶτα οὕτω γενέσθαι πᾶσι τῶν ἀντιγράφων τὴν ἔκδοσιν. Οἱ δὲ Νινευῗται ἀγνῶτα ἄνδρα καὶ ἀλλόφυλον θεασάμενοι ἀπηχὲς ποιούμενον κήρυγμα, οὐ μόνον οὐκ ἐδυσχέραναν, οὐδὲ κατηκόν τισαν, ἀλλὰ καὶ τῇ προῤῥήσει πιστεύσαντες, σάκκον ἀμπεχόμενοι, τῷ Θεῷ τὰς ἱκετείας προσέφερον, οἵ τε 81.1736 πλούτῳ κομῶντες, καὶ οἱ πενίᾳ συζῶντες· τοῦτο γὰρ εἶπεν· "Ἀπὸ μικροῦ καὶ ἕως μεγάλου αὐτῶν." Ἐπειδὴ δὲ καὶ αὐτὸς ὁ βασιλεὺς τῶνδε τῶν λόγων κατήκουσε, τὸν μὲν χρυσήλατον καὶ λιθοκόλλητον κατέλιπε θρόνον, καὶ τὴν ἁλουργίδα ὡς ἀνόνητον ἀπεδύσατο, τὴν δὲ τοῦ σάκκου περιβολὴν ἀντὶ ταύτης ἐδέξατο· πάντας δὲ οὐ μόνον ἄνδρας καὶ γυναῖκας ἀσιτίᾳ προσέχειν, ἀλλὰ καὶ τῶν ἀλόγων προσέταξε τὰ γένη μηδεμιᾶς ἀπολαῦσαι τροφῆς, ὡς ἂν τῷ λιμῷ πιεζομένων, καὶ τῶν μὲν μυκωμένων, τῶν δὲ βληχομένων, καὶ ἑκάστων τῇ οἰκείᾳ κεχρημένων φωνῇ, θερμότερα μὲν οἱ ἄνθρωποι προσενέγκαιεν δάκρυα, ἀνοίξαιεν δὲ τοῦ Θεοῦ τὰς τοῦ ἐλέου πηγάς. Οὐ μόνον δὲ τῷ σάκκῳ, καὶ τῇ νηστείᾳ χρώμενοι, τῷ Θεῷ τὰς ἱκεσίας προσέφερον, ἀλλὰ, "Καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες· (θʹ.) Τίς οἶδεν, εἰ ἐπιστρέψει ὁ Θεὸς, καὶ παρακληθήσεται, καὶ ἀποστρέψει ἀπὸ ὀργῆς θυ μοῦ αὑτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;" Οὗτος γὰρ ὅρος ἀληθοῦς μετανοίας. "Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κα κοῦ, καὶ ποίησον ἀγαθόν." Καὶ πάλιν· "Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν." Καὶ οἱ Νινευῗται τοίνυν, τῆς προτέρας παυσάμενοι ἁμαρ τίας, καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν τοῦ τρόπου δεξάμενοι, τῆς θείας εὐμενείας ἀπήλαυσαν. ιʹ. "Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὑτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν." Οὐ τῇ νηστείᾳ προσέσχεν, ἀλλὰ τῇ ἀποχῇ τῶν κακῶν· διὸ χαρίζεται μετανοίᾳ μετάνοιαν, οὐχ ὁμοίως ἡμῖν μετανοῶν (οὐ γὰρ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο βούλεται ὁ Θεὸς), ἀλλὰ τὴν μεταβολὴν τῆς ἀπειλῆς μετάνοιαν προσ ηγόρευσε· τούτου γὰρ ἕνεκα καὶ ἠπείλησε· κολάζειν δὲ βουλόμενος, οὐκ ἂν προσήνεγκεν ἀπειλὴν, ἀλλ' αὐτὴν τὴν τιμωρίαν ἐπέφερεν. Ἐπειδὴ δὲ μόνῃ χαί ρει τῇ