1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

63

σωτηρίᾳ, ἀπειλεῖ τὰ λυπηρὰ, ἵνα μὴ ἐπαγάγῃ τὰ λυπηρά. Κακίαν δὲ τὴν ἀπειλὴν προσηγόρευσεν, οὐχ ὡς φύσει κακὴν οὖσαν· πῶς γὰρ ἂν εἴη κακὴ, ἡ κακίας μὲν παῦλαν, ἀρετῆς δὲ καὶ εὐνομίας κτῆσιν εἰσαγαγοῦσα; Τοῖς δὲ παρ' ἡμῖν πολιτευομένοις ὀνό μασιν ἡ θεία κεχρημένη Γραφὴ, κακίαν ὠνόμασε τῆς τιμωρίας τὴν ἀπειλὴν, ὡς κακοῦν καὶ ἀνιᾷν δυναμέ νην. Ταύτην τοῦ Θεοῦ φιλανθρωπίαν θεασάμενος ὁ προφήτης, ἀθυμεῖ καὶ ἀνιᾶται, ὡς τῆς προῤῥήσεως ἐλεγχομένης, καὶ ψευδοῦς φαινομένης. Εἶτα τῷ Θεῷ προσευχόμενος, καὶ τῆς φυγῆς τὴν αἰτίαν δι δάσκων,

ΚΕΦΑΛ. ∆ʹ. βʹ. "Οὐχ οὗτοι οἱ λόγοι μου, φησὶν, ἦσαν ἔτι ὄντος μου ἐν τῇ γῇ μου; ∆ιὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσίς." Ταῦτα ἐπιστάμενος (ἑώρων γάρ σε πολλὴν καὶ περὶ τὸν Ἰσραὴλ μακροθυμίαν 81.1737 ἐπιδεικνύμενον· ἐλεήμων γὰρ εἶ καὶ οἰκτίρμων, μα κρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κα κίαις), τὴν φυγὴν ἐκείνην ἐποιησάμην, εἶτα κλύδωνι καὶ κήτει παραδοθεὶς, ἱκέτευσα πάλιν ἐπανελθεῖν εἰς ζωήν· νῦν δὲ τοὐναντίον ἀντιβολῶ· γʹ. "∆έσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλόν μοι τὸ ἀποθανεῖν με, ἢ ζῇν με." Προαιροῦμαι γὰρ θάνατον τῆς μετ' αἰσχύνης ζωῆς· αἰσχύνομαι δὲ, καὶ ἐγκαλύπτομαι, ψεύστης ἀπὸ τοσού των ὀνομαζόμενος. Ἀλλ' ὁ ἀγαθὸς ἀποκρίνεται ∆εσπό της, καί φησι τῷ προφήτῃ· δʹ. "Εἰ σφόδρα λελύπησαι σύ;" Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· ἔφη γάρ· Ἆρα δικαίως ἐλυπήθης; οἱ δὲ λοιποὶ εἰρήκασιν· Εἰ καλῶς ἐλυ πήθης; ἀντὶ τοῦ, Σκόπησον παρ' ἑαυτῷ, εἰ δικαίας ἔχεις τῆς ἀθυμίας ἀφορμάς. Καὶ ἐνταῦθα μὲν αὐτῷ εὑρέσθαι λογισμῷ κελεύει τῆς ἀθυμίας παραψυχήν· ἐν δὲ τῷ τέλει τῆς προφητείας, καὶ αὐτοῦ τὴν οὐ καλὴν ἀθυμίαν ἐλέγχει, καὶ τῆς οἰκείας ψήφου τὸ εὔλογον δείκνυσι. εʹ. "Καταλιπὼν δὲ τὴν πόλιν ὁ Ἰωνᾶς ἐκάθισεν ἀπέναντι αὐτῆς, καὶ ἐποίησεν ἑαυτῷ σκηνὴν, καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἐπίδῃ τί ἔσται τῇ πόλει." Τοῦτο, δὲ πρῶτον γενόμενον, τελευταῖον τέ θεικεν ὁ προφήτης. ∆ιηγησάμενος γὰρ τῶν Νινευϊ τῶν τὴν μετάνοιαν, ἠβουλήθη ταύτῃ συνάψαι τὴν θείαν φιλανθρωπίαν, καὶ τὴν ἀπὸ ταύτης αὐτῷ συμ βᾶσαν ἀθυμίαν. Ἐνταῦθα δὲ τὰ μεταξὺ γενόμενα λέγει, ὅτι κηρύξας ἐξῆλθε τοῦ ἄστεως, καὶ πηξάμενος σκηνὴν τὸ τέλος ἀνέμενε τῆς προῤῥήσεως· τοῦτο δὲ δῆλον ὡς πρὸ τῆς ἀθυμίας ἐγένετο· μετὰ γὰρ τὸ τῶν ὡρισμένων ἡμερῶν τέλος, θεασάμενος μηδὲν ἐκείνην ὑπομείνασαν τὴν πόλιν, τὴν μετ' ὀδύνης προσήνεγκε τῷ Θεῷ προσευχήν. Ἀλλ' ὅμως καὶ τούτῳ πάλιν μηχανᾶται παραψυχὴν, καὶ διά τινος αὐτῷ κολοκύνθης, ὡς αὐτὸς ἠθέλησε, παραυτίκα βλαστησάσης, καὶ ἐκταθείσης, καὶ κόμην ὅτι πλείστην φυσάσης, σκιὰν ἐργασάμενος ψυχαγωγίαν προσφέρει. Τὸ δὲ, ʹ. "Προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ," τέθεικεν, οὐ φωνὴν ἐνταῦθα θείαν παραδηλῶν, ἀλλὰ διδάσκων, ὡς ἅμα τε ἠθέλησεν ὁ Θεὸς, καὶ τὸ φυτὸν εἰς τὸ εἶναι παρήχθη. Οὕτω καὶ ἄνω ἔφη· "Προσ έταξεν ὁ Θεὸς κήτει," οὐ φωνῇ θείᾳ τοῦτο γεγενῆ σθαι λέγων, ἀλλὰ βουλῇ· πρόσταγμα γὰρ καλεῖ τὸ βούλημα. Οὕτως ὁ μακάριος Ἰωνᾶς εὐθυμίαν ἀντὶ λύπης ἐδέξατο. Ἀλλὰ πάλιν ὁ Θεὸς ὑπὸ τὴν ἕω διά τινος σκώληκος τῆς κολοκύνθης διαφθείρας τὴν ῥί ζαν, τῇ τοῦ ἡλίου προσβολῇ διαυανθῆναι πεποίηκε. Τούτου δὲ γενομένου, καὶ σφοδρότερον τῆς ἀκτῖνος, ἢ κατὰ τὸ εἰωθὸς, τῇ κεφαλῇ προσβαλούσης· ηʹ. "Προσέταξε γὰρ ὁ Θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν 81.1740 Ἰωνᾶ." Πάλιν ὁ προφήτης εἰς μικροψυχίαν καὶ ὀδύνην ἐπανῆλθε μείζονα, καὶ καθίστατο τῆς ζωῆς τὸν θάνατον προαιρούμενος. Ἀλλ' αὖθις ὁ καὶ τῶν ἁμαρτωλῶν κηδόμενος καὶ τῶν δικαίων προμηθού μενος, ἤρετο τὸν προφήτην, εἰ λίαν ἐπὶ τῇ κολοκύνθῃ λελύπηται· τοῦ δὲ τοῦτο πάσχειν ὁμολογήσαντος, ὡς καὶ θάνατον τούτου γε εἵνεκα τῆς ζωῆς προτιμᾷν· Σοὶ, φησὶν ὁ Θεὸς, χρῶμαι κριτῇ· σκόπησον τοίνυν, εἰ δίκαιον, σὲ μὲν ὑπὲρ τῆς