1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

64

κολοκύνθης ἀλγεῖν, ἧς οὐ γεγένησαι γεωργὸς (οὔτε γὰρ ἐφύτευσας, οὔτε ἤρδευσας, ἀλλ' ὑπὸ τὴν ἕω γενομένη, σκώληκος τῇ ὑστεραίᾳ καὶ ἡλίου γεγένηται παρανάλωμα), ἐμὲ δὲ ἀφειδῶς τοσαύτῃ χρήσασθαι πόλει, ὑπ' ἐμοῦ τὸ εἶναι λαβούσῃ, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὑτῶν, ἢ ἀριστερὰν αὑτῶν, καὶ κτήνη πολλά. Τοῦτο τοίνυν λογιζόμενος, θαύμασον τὴν φιλανθρωπίαν, ὡς τὸ εὔ λογον ἔχουσαν. Τὸ δὲ, "Οὐκ ἔγνωσαν δεξιὰν αὑτῶν ἢ ἀριστερὰν αὑτῶν," τινὲς ἐπὶ ἁπλότητος ἐξειλή φασιν· ἐμοὶ δὲ δοκεῖ τὸ πλῆθος τῶν ἐνοικούντων νέων αἰνίττεσθαι· καὶ ὁ σκοπὸς δὲ τῶν εἰρημένων πρὸς ταύτην ἡμᾶς ποδηγεῖ τὴν διάνοιαν. Εἰ γὰρ οὐκ ἔδει, φησὶ, δέξασθαι τὴν τῶν ἁμαρτωλῶν μετάνοιαν, ἐχρῆν γοῦν οἶκτόν τινα λαβεῖν τοσούτων μυριάδων, οἷς διὰ τὸ νέον τῆς ἡλικίας, οὐ τῆς δεξιᾶς καὶ ἀρι στερᾶς χειρὸς ἡ γνῶσις ἐνετέθη. Πρὸς δὲ τούτοις καὶ κτήνη νικῶντα τὸν ἀριθμὸν ἡ πόλις ἔχει, οὐδεμίαν οὐδὲ αὐτὰ δίκην ὑπὲρ ἁμαρτημάτων ὀφείλοντα. Ὥσπερ οὖν τὰ κτήνη διὰ τοῦτο προστέθεικεν, οὕτω καὶ τὴν ἄωρον ἡλικίαν· ὡς μήτε τούτων, μήτε ἐκείνων, ποινὴν ὑπὲρ ἁμαρτημάτων ἐνδίκως εἰσπρατ τομένων. Τῆς μὲν οὖν προφητείας τοῦτο τὸ τέλος. Ἡμεῖς δὲ τὸν ἀγαθὸν ἡμῶν ∆εσπότην ὑμνήσωμεν, ὃς οὐ βουλόμενος τοῦ ἁμαρτωλοῦ τὸν θάνατον, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, καὶ λυπεῖν ἔστιν ὅτε τοὺς ἁγίους ἄνδρας ἀνέχεται, καὶ μὴ βουλομένων αὐτῶν ὀρέγει τὸν ἔλεον. Οὕτως Ἠλία τοῦ πάνυ τὸν ὑετὸν ἐπισχόντος, αὐτὸς οἷόν τις πρεσβευτὴς παρα γίνεται πρὸς τὸν δοῦλον, "Πορεύθητι, λέγων, καὶ ὄφθητι τῷ Ἀχαὰβ, καὶ δώσω τὸν ὑετὸν ἐπὶ προσ ώπου τῆς γῆς." Τοσαύτης τοιγαροῦν ἡμερότητος ἀπολαύοντες, ταῖς εὐεργεσίαις ἁρμόττουσαν τὴν γνώμην ἐπιδειξώμεθα, καὶ κατὰ τοὺς θείους αὐτοῦ πολιτευσώμεθα νόμους, ἵνα δρεψώμεθα τοὺς ἀγαθοὺς τούτων καὶ ἐπεράστους καρποὺς, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.

ΥΠΟΘΕΣΙΣ. Τῆς τοῦ θεσπεσίου Μιχαίου προφητείας ἁψά μενος, τῆς ∆εσποτικῆς ἀνεμνήσθην φωνῆς, ἣν ἐν τοῖς ἱεροῖς ἀφῆκεν Εὐαγγελίοις, τῶν Ἰουδαίων τραγ ωδῶν τὴν μοχθηρίαν, καὶ ἀγνώμονα γνώμην· "Ἱε ρουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προ φήτας, καὶ λιθοβολήσασα τοὺς ἀπεσταλμένους πρὸς αὑτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε!" Τοσούτοις γὰρ καὶ τοιούτοις ἀνδράσι τὴν προφητικὴν δωρησάμενος χάριν, τοῖς χαλεποῖς τοῦ Ἰσραὴλ ἰατροὺς ἐπέστησεν ἕλκεσι. Τούτων δὲ εἷς καὶ ὁ μακάριος Μιχαίας, τὴν αὐτὴν ποιησάμενος πρόῤῥησιν τοῖς θαυμασίοις ἐκεί νοις Ὡσηὲ, καὶ Ἰωὴλ, καὶ Ἀμώς· κοινωνεῖ δὲ αὐτοῖς καὶ τοῦ χρόνου, εἰ καὶ σμικρῷ τινι προὔλαβον ἐκεῖνοι, ἐν τῇ Ὀζίου βασιλείᾳ τῆς προφητείας ἀρ ξάμενοι· καὶ οὗτος γὰρ ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, εἶδεν ἃ εἶδεπερὶ Σαμαρείας καὶ Ἱερουσαλήμ· ἐπὶ τούτων δὲ καὶ ὁ μακάριος προεφήτευσεν Ὡσηέ. ∆ιὰ πλειόνων δὲ ὁ ∆εσπότης Θεὸς ταυτὰ προαγορεύει, ἵνα τῶν προ φητῶν αἰδεσθέντες τὸ πλῆθος οἱ τὴν ἀναλγησίαν νο σοῦντες, ὀψὲ γοῦν ποτε τῆς δυσσεβείας καὶ πονηρίας ἀπαλλαγῶσιν. Ἄρχεται δὲ ὁ θειότατος Μιχαίας οὕτω τῆς προφητείας·

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.