1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

65

βʹ. "Ἀκούσατε, λαοὶ πάντες, λόγους, καὶ προσ εχέτω ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ὑμῖν εἰς μαρτύριον, 81.1744 Κύριος ἐξ οἴκου ἁγίου αὑτοῦ." Ἐπειδὴ περὶ Σα μαρείας καὶ Ἱερουσαλὴμ ἔφη, πρὸς αὐτὸν παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεγενῆσθαι τοὺς λόγους, εἰκότως οὐ λαὸν, ἀλλὰ λαοὺς εἰς ἀκρόασιν συναγείρει. Τὰς δὲ διῃρημένας εἰς δύο βασιλείας φυλὰς, οὐ λαὸν, ἀλλὰ λαοὺς ὀνομάζει, καὶ παρεγγυᾷ προσέχειν ἅπαντας τοὺς ἐκείνην οἰκοῦντας τὴν γῆν, ὡς τοῦ ∆ε σπότου Θεοῦ μαρτυρομένου, καὶ ἀπὸ τοῦ θείου νεὼ ποιουμένου τοὺς λόγους. γʹ, δʹ. "Ἰδοὺ γὰρ Κύριος ἐκπορεύεται ἐκ τοῦ τό που αὑτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς. Καὶ σαλευθήσεται ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ καταγόμενον ἐν καταβάσει." Ὅτι οὐκ ἐν τόπῳ ὁ τῶν ὅλων Θεὸς (ἀσώματος γὰρ καὶ ἀπερίγραφος, καὶ φέρων τὰ σύμ παντα τῷ ῥήματι τῆς δυνάμεως αὑτοῦ), ὑπὸ τῆς θείας Γραφῆς διδασκόμεθα. Ἐπειδὴ δὲ ἐν τῇ Ἱερουσαλὴμ τὴν ἐπιφάνειαν ἐποιεῖτο, τόπος αὐτοῦ ὁ νεὼς εἰκότως προσαγορεύεται. Οὕτω γὰρ καὶ διὰ τοῦ με γάλου Μωσέως νομοθετεῖ· "Οὐκ ἔξεστί σοι ποιῆσαι τὸ Πάσχα ἐν μιᾷ τῶν πόλεών σου, ἀλλ' ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου." Ἐκ τούτου τοῦ τόπου φησὶν αὐτὸν ὁ προφήτης ἐκπο ρεύεσθαι, καὶ τῶν ὑψηλῶν ἐπιβαίνειν τόπων, καὶ σείειν τὰ ὄρη τῇ παρουσίᾳ, καὶ τήκειν τὰς κοιλάδας κηροῦ δίκην πυρὶ προσπελάζοντος. Ταῦτα δὲ καὶ κατὰ τὸ ῥητὸν γίνεται βουλομένου τοῦ Θεοῦ, καὶ τρο πικῶς νοούμενα τὴν ἀλήθειαν ἔχει. Ὄρη γὰρ σειό μενα τοὺς ἐπὶ δυναστείᾳ μεγαλοφρονοῦντας καὶ συμφοραῖς περιπίπτοντας ὀνομάζει· κοιλάδας δὲ τηκομένας, τῶν ἀρχομένων τὸ πλῆθος, οἳ δίκην κοιλάδων ὄρεσιν ὑποκειμένων ὑπὸ τὴν τῶν δυνα στευόντων ἐξουσίαν τελοῦσι· καὶ ὕδατι δὲ παραπλησίως, ῥοίζῳ κατὰ τοῦ πρανοῦς φερομένῳ, τὰς τιμωρίας τοῖς ἀξίοις ἐπάγει. Καὶ τὴν αἰτίαν διδάσκων. εʹ. "∆ι' ἀσέβειαν, φησὶν, Ἰακὼβ, πάντα ταῦτα, καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ." Εἶτα δεικνὺς τῆς ἀσε βείας καὶ τῆς ἁμαρτίας τὸν τρόπον, κατ' ἐρώτησιν καὶ ἀπόκρισιν ποιεῖται τὸν ἔλεγχον. "Τίς ἡ ἀσέ βεια οἴκου Ἰακώβ; οὐχὶ Σαμάρεια; Καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;" Οἱ μὲν γὰρ Σαμάρειαν εἰδώλων ἐνέπλησαν· οἱ δὲ τὴν Ἱερου σαλὴμ οἰκοῦντες, καὶ τὸν θεῖον νόμον ἐν τῷ νεῷ παιδευόμενοι, παρανομίᾳ διετέλουν συζῶντες. Προσ εκτέον δ, ὅτι ὃν ἄνω οἶκον Ἰσραὴλ ὠνόμασε, τοῦ τον κατιὼν οἶκον Ἰούδα κέκληκε. Καὶ τὰς μὲν δέκα φυλὰς οἶκον Ἰακὼβ προσηγόρευσε, τῷ φυσικῷ χρη σάμενος ὀνόματι· τὸ δὲ πνευματικὸν ὄνομα, τὸ τοῦ Ἰσραὴλ, ἐπιτέθεικε τῷ Ἰούδᾳ, ἐπειδὴ τὸν θεῖον ἔχοντες νεὼν εἶχον πολλοὺς εὐσεβεῖς. ʹ. "Καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον 81.1745 ἀγροῦ, καὶ εἰς φυτείαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω." Τοσαύτῃ γὰρ ἐρημίᾳ παραδοθήσεται, ὡς φρούδους μὲν αὐτῆς καὶ παντελῶς ἀφανεῖς γενέ σθαι τοὺς λίθους· ἀντὶ δὲ ἀγορῶν καὶ ἀγυιῶν, καὶ οἰκιῶν, τοὺς τῶν ἀμπέλων λαβεῖν ὀρχάτους, ὥστε καὶ σκηνάς τινας τῶν ἀμπέλων τοὺς φύλακας ἐν αὐτῇ καταπῆξαι. Ἐκ βάθρων δὲ καὶ τὰ τῶν εἰδώλων ἀνα σπασθήσεται τεμένη. ζʹ. "Καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρή σουσιν ἐν πυρὶ, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πόρνης συν ήγαγεν αὐτὰ, καὶ ἐκ μισθωμάτων πορνείας συν έστρεψεν." Ἐπειδὴ γὰρ ἐμὲ καταλιποῦσα τὴν τῶν εἰδώλων θεραπείαν προείλετο, καὶ οἷόν τινα μι σθὸν τοῖς εἰδώλοις προσφέρουσα, καὶ βωμοὺς ἐδεί ματο καὶ τεμένη, καὶ ἀναθημάτων προσενήνοχε πλῆθος, καὶ ταῦτα σὺν αὐτῇ παραδώσω τοῖς πολε μίοις· τοῦτο δὲ αὐτῆς καὶ διὰ Ἰεζεκιὴλ ἐγκαλεῖ τοῦ προφήτου· "Ἐγένετο γάρ σοι, φησὶν, ἐναντία παρὰ πάσας τὰς γυναῖκας τὰς ὁμοίας σοι, ὅτι πᾶσα γυνὴ πόρνη μισθὸν λαμβάνει, σὺ δὲ μισθὸν ἐδίδους τοῖς ἐρασταῖς σου." Εἰκὸς δὲ καὶ τὰς πορνευομέ νας γυναῖκας αἰνίττεσθαι, αἳ τῆς ἀκολασίας κομι ζόμεναι τὸν μισθὸν, τὰς ἐντεῦθεν ἀπαρχὰς τῷ ἀκο λάστῳ προσέφερον δαίμονι. Τοῦτο γὰρ καὶ μέχρι τοῦ παρόντος