1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

68

πρὸς ἀλλήλους ἐρεῖτε· "Μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν, τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν. (εʹ.) ∆ιὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ." Ἐπειδὴ γὰρ, τούτων αἰχμαλώτων ἀπαχθέντων, οἱ περίοικοι τὴν ὑπὸ τού των γεωργουμένην διενείμαντο γῆν, τοῦτο, φησὶν, ἀκούοντες, ὀλοφυρόμενοι καὶ δακρύοντες πρὸς ἀλλή λους ἐρεῖτε, ὅτι Ἡ θεόθεν ἀφορισθεῖσα μερὶς τῷ Ἰσραὴλ, ὑπὸ τῶν ἐχθίστων ἀλλοφύλων μετρηθεῖσα διῄρηται, οὐδενὸς ἀπείργοντος καὶ τὴν πλεονεξίαν παύοντος· κἀγὼ μὲν ἐκεῖθεν ἐκβέβλημαι, καὶ τὸν δοθέντα κλῆρον οὐκ ἔχω· τοὺς δὲ ἐμοὶ προσ ήκοντας ἀγροὺς ἕτεροι διανέμονται. Οὕτω τὰ λυπη ρὰ διαγγείλας, παραίνεσιν εἰσφέρει τὸ χρήσιμον ἔχουσαν. "Ἐν ἐκκλησίᾳ Κυρίου, (ʹ, ζʹ.) μὴ δακρύετε δάκρυσι, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις οἱ ὀφθαλμοὶ ὑμῶν· οὐ γὰρ ἀπώσεται ὀνείδη ὁ λέγων· Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. Εἰ ταῦτα ἐπιτη δεύματα αὐτοῦ ἐστιν, οὐχὶ οἱ λόγοι αὐτοῦ καλοί εἰσι μετ' αὐτοῦ, καὶ ὀρθοὶ πεπόρευνται;" Οὐ χρὴ, φησὶν, ἀλγεῖν ὑμᾶς ἐπὶ τῇ τιμωρίᾳ, ἀλλὰ τὴν ἁμαρτίαν θρηνεῖν· οὐδὲ λόγῳ τὴν παρανομίαν ὁμολογεῖν, ἀλλ' ἔργῳ δεικνύναι τὴν τῶν πραγμάτων μεταβολήν· τοὺς γὰρ τοῖς ἔργοις κοσμουμένους λόγους ἐπαινεῖ Θεός. 81.1753 ηʹ. "Καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντ έστη κατέναντι τῆς εἰρήνης αὑτοῦ." Τοῖς γὰρ ἐμοῖς νόμοις ἐναντία δρῶν ἑαυτὸν τῆς εἰρήνης ἐστέρησε. "Τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα, συντριμμὸν πολέμου." ∆ιὰ γὰρ ταύτην τὴν μοχθη ρίαν τρόπον τινὰ τῆς οἰκείας ἐγυμνώθη δορᾶς, ἔρημος τῆς ἐμῆς προνοίας γενόμενος, καὶ τὴν ἀγα θὴν ἀπολέσας ἐλπίδα, τῇ τοῦ πολέμου συντριβῇ παρεδόθη. θʹ. "Καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ μου ἀποῤῥιφή σονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὑτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὑτῶν ἐξώσθησαν." Σὺν τοῖς ἄλλοις γὰρ καὶ οἱ βασιλεῖς, καὶ οἱ ἱερεῖς, τῆς προτέρας στερηθέντες τρυφῆς, τὴν ἀλλοτρίαν δουλοπρεπῶς οἰκεῖν ἠναγκάσθησαν, δίκας ὧν ἐπλημμέλησαν τί νοντες. "Ἐγγίσατε ὄρεσιν αἰωνίοις. (ιʹ, ιαʹ.) Ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ. Κατεδιώ χθητε οὐδενὸς διώκοντος." Τῇ γὰρ παρανομίᾳ σφᾶς αὐτοὺς ἐκδεδωκότες, αὐθαίρετοι μὲν εἵλεσθε τὴν πονηρίαν, πρόχειροι δὲ τοῖς πολεμίοις ἐγένεσθε. Εἰς τὰ ὄρη τοίνυν ἐκείνων βαδίζετε, ἃ ἄνωθεν ὁ Θεὸς ἐκεῖ δημιουργήσας ἐφύτευσε· τῆς ἐνταῦθα γὰρ διαί της διὰ τὴν ἁμαρτίαν ἐστέρησθε. "Πνεῦμα γὰρ ἔστησε ψευδὲς, ἐστάλαξέ σοι ὡς οἶνον καὶ μέθυ σμα." Τὸ γὰρ τῆς ἐξαπάτης πνεῦμα, ἐν τοῖς ψευδοπροφήταις φθεγγόμενον, τὰς ψευδεῖς σοι προῤ ῥήσεις ἐνέσταξε, καὶ τὴν ἐντεῦθεν ἐνειργάσατο μέθην. "Καὶ ἔσται, ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου (ιβʹ.) συναγόμενος συναχθήσεται Ἰακώβ· σὺν πᾶσιν ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτοῦ." Αὕτη δὲ, φησὶν, ἡ ἐξαπάτη, ἡ παρὰ τῶν δαιμόνων διὰ τῶν ψευδοπροφητῶν ἐν ὑμῖν γινομένη, παρασκευάσει καὶ ὑμᾶς τὰς δέκα φυλὰς εἰς τὴν αἰχμαλωσίαν κατα λαβεῖν· ἐκεῖ γὰρ πάντας ἀπάξω, κοινὴν ὑμῖν ἐπάγων τὴν τιμωρίαν· ἧς καταλαβούσης, "Ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνια ἐν μέσῳ κοίτης αὐτῶν, ἐξαλοῦν ται ἐξ ἀνθρώπων." Καθάπερ γὰρ ἡσυχῇ καθήμενα πρόβατα, λύκον ἐξαπιναίως ἐπελθόντα θεασάμενα, μετὰ πολλοῦ δέους ἀνίσταται· οὕτως ὑμεῖς ἐπελθόν τας θεασάμενοι τοὺς πολεμίους, θορύβου καὶ δέους ἀναπλησθήσεσθε. Εἶτα προλέγει τὰ ὑπὸ Σεδεκίου γε γενημένα, ἃ καὶ ὁ μακάριος Ἰεζεκιὴλ ὁ προφήτης προείρηκεν, ἡνίκα σκεύη αἰχμαλωσίας ὑπὸ τοῦ Θεοῦ λαβεῖν προσετάχθη, καὶ διὰ τῶν πραγμάτων προ αγορεῦσαι τὴν ἐκείνου τοῦ βασιλέως φυγήν. ιγʹ. "Ἀνάβηθι διὰ τῆς διακοπῆς πρὸ προσ ώπου αὐτῶν· διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον δι' αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν." Αἰσθόμενος γὰρ ἐπιβάντας τοὺς Χαλδαίους, τῆς πόλεως διορύξας τὸ τεῖχος σὺν 81.1756 ὀλίγοις ἀπέδρα· ἁλοὺς δὲ, πρῶτον μὲν εἶδε τὴν τῶν παίδων σφαγήν· εἶτα στερηθεὶς τῶν