1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

69

ὀμμάτων, πε πεδημένος ἀπήχθη. "Ὁ δὲ Κύριος ἡγήσεται αὐτῶν·" οὐκ ἀμύνων, ἀλλὰ προϊέμενος δηλονότι.

ΚΕΦΑΛ. Γʹ. αʹ-δʹ. "Καὶ ἐρεῖ· Ἀκούσατε δὴ, αἱ ἀρχαὶ τοῦ Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου

Ἰσραήλ· οὐχ ὑμῖν ἐστι γνῶναι τὸ κρῖμα; Οἱ μισοῦντες τὰ καλὰ, καὶ ζητοῦντες τὰ πονηρά· ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν, καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστῶν αὐτῶν. Ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστᾶ αὐτῶν συνέθλασαν, καὶ ἐμέ λισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέας εἰς χύ τραν· οὕτω κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εἰσ ακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὑτοῦ ἀπ' αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ' ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν ἐν αὐτοῖς." Πρὸς τοὺς ἄρχοντας ποιεῖται τὸν λόγον· οἱ πεπιστευμένοι γὰρ τὸ κρίνειν, ἐπάτουν τὸ δίκαιον· διότι κατ' ἐρώτησιν πρὸς αὐτοὺς λέγει· Οὐχ ὑμεῖς εἴχετε τοῦ κρίνειν τὴν ἐξουσίαν, ὥστε κολάζειν μὲν τοὺς πλημμελοῦντας, ἀθώους δὲ ἀφιέναι τοὺς ἀνευ θύνους; Πῶς τοίνυν τῶν νόμων προστατεύειν πεπι στευμένοι, ἀπεστρέφεσθε μὲν τῶν ἀγαθῶν ἔργων τὴν πρᾶξιν, θερμῶς δὲ περὶ τὰ πονηρὰ διέκεισθε; Τοσαύτῃ δὲ πλεονεξίᾳ κατὰ τῶν πενήτων ἐκέχρησθε, ὥστε πάντων αὐτοὺς τῶν ὑπαρχόντων γυμνοῦν. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· "Ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν, καὶ τὰς σάρκας αὐ τῶν ἀπὸ τῶν ὀστῶν αὐτῶν." Ταῦτα τοίνυν τετολ μηκότες, κἂν μυριάκις τὴν παρ' ἐμοῦ συμμαχίαν αἰτήσητε, ἐπικουρίας οὐδεμιᾶς ἀπολαύσετε. Οὕτω τοῖς ἄρχουσιν ἀπειλήσας, ἐπὶ τοὺς προφήτας μετα φέρει τὸν λόγον. εʹ. "Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας, τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὑτῶν, καὶ κηρύσσοντας ἐπ' αὐτῶν εἰρή νην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν· ἡγίασαν ἐπ' αὐτὸν πόλεμον." Ψεύδη, φησὶν, οἱ τῆς ἀπάτης προφῆται χρησμολογοῦντες, οἷόν τισι δήγμασι τῇ κολακείᾳ τῶν λόγων τὸν λαὸν ἐλυμήναντο, ἐναντία μὲν τοῖς ἐμοῖς προφήταις φθεγγόμενοι, εἰρήνην δὲ αὐτοῖς ὑπισχνούμενοι. Ἀλλ' οἱ μὲν ἐκείνων λόγοι τὴν εἰρήνην ἔσχον, τὰ δὲ πράγματα τὸν πόλεμον δείκνυσι. Πρόξενοι δὲ τῶν ἐκ τοῦ πολέμου κακῶν οἱ τὴν εἰρήνην ἐπαγγειλάμενοι, καὶ ἐμποδὼν τῇ τοῦ λαοῦ μεταμελείᾳ γενόμενοι. Τὸ δὲ, "Ἡγίασαν ἐπ' αὐτὸν πόλεμον," ἀντὶ τοῦ ἀφώρισαν τέθεικε, τουτ έστι προὐξένησαν. ʹ, ζʹ. "∆ιὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἀπὸ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἡ ἡμέρα. Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐν ύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ κατα λαλήσουσι κατ' αὐτῶν πάντες αὐτοὶ, διότι οὐκ ἔσται 81.1757 ὑπακούων αὐτῶν." Τῶν γὰρ πραγμάτων ἐναν τίων φαινομένων, καὶ ἀντὶ τῆς ὑπ' αὐτῶν θρυλλου μένης εἰρήνης τῆς συμπλοκῆς ὁρωμένης, γέλωτα μὲν ὀφλήσουσιν οἱ τὰ ψευδῆ μαντευσάμενοι· ἐγκα λυπτόμενοι δὲ βαδιοῦνται οἱ τοῖς ἐνυπνίοις θαῤῥεῖν παρακελευσάμενοι· μεσούσης δὲ ἡμέρας ἐν σκότῳ διάξουσι, καὶ νύκτα τὴν ἡμέραν ἡγήσονται, τῷ φόβῳ τῶν ὁρωμένων βαλλόμενοι· πολλαῖς δὲ αὐτοὺς πλυ νοῦσι λοιδορίαις οἱ ταῖς ἐκείνων ἀπαχθέντες μαν τείαις. ηʹ. "Ἐγὼ δὲ, φησὶν ὁ προφήτης, ἐνεπλήσθην ἰσχύος ἐν Πνεύματι Κυρίου, καὶ κρίματος, καὶ δυναστείας, τοῦ ἀπαγγεῖλαι τῷ Ἰακὼβ ἀσεβείας αὐτοῦ, καὶ τῷ οἴκῳ Ἰσραὴλ ἁμαρτίας αὐτῶν." Οὔτε γὰρ ὅμοια τοῖς παρανόμοις ἐκείνοις δρᾶσαι τολμήσω· ὑπὸ δὲ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἐνεργούμενος, καὶ τῆς τοιαύτης δυνάμεως ἐμπιπλά μενος, σὺν παῤῥησίᾳ τοῦ λαοῦ τὴν ἀσέβειαν δι ελέγξω. Οὕτως ὑποσχόμενος διαῤῥήδην ἐλέγξειν τὰς ὑπ' αὐτῶν τολμωμένας παρανομίας, ἀντικρὺς βοᾷ· θʹ, ιʹ. "Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες. Οἱ οἰκοδομοῦντες Σιὼν ἐν