1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

71

καὶ τὸ κάλλος μιμοῦνται. Ἰουδαῖοι δὲ ταῦτα νοεῖν οὐκ ἐθέλουσιν οὕτως, ἀλλὰ τῆς ἐκ Βα βυλῶνος ἐπανόδου πρόῤῥησιν ταῦτα εἶναί φασι· καὶ τὸ μὲν ἐκείνους ἠλιθίους ὄντας οὕτω νοεῖν, θαυμα στὸν οὐδέν· συμβαίνει γὰρ αὐτῶν ταῖς ἄλλαις παρα νοίαις καὶ ὁ περὶ τήνδε τὴν προφητείαν πλάνος· 81.1761 τὸ δὲ καί τινας τῶν τῆς εὐσεβείας διδασκάλων τὴν αὐτὴν ἑρμηνείαν ἐνθεῖναι τοῖς οἰκείοις συγγράμμασιν, οὐκ ἀνεκτὸν, οὐδὲ συγγνώμης ἄξιον εἶναί μοι δοκεῖ. Ποῖα γὰρ ἔθνη καὶ πελάζοντα, καὶ πόῤῥωθεν ἀπ ωκισμένα, μετὰ τὴν ἐπάνοδον συνέδραμον εἰς τὸν Ἰουδαίων ναὸν, τὸν ἐκείνων ἀσπασάμενα νόμον, καὶ τὸν ἐκεῖθεν ἐκπορευόμενον ἀγαπήσαντα λόγον; Ἀναμέσον δὲ ποίων ἐθνῶν, ἢ λαῶν παμπόλλων, οὗτος ὁ λόγος διέκρινε, τὰ κακῶς ὑπ' αὐτῶν γινόμενα δι ελέγχων; Καὶ τὰ ἐπαγόμενα δὲ, ἀντικρὺς τῆς ἑρμη νείας ἐκείνης διελέγχει τὸ ψεῦδος· μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ὡς καὶ τοῖς οὕτω νενοηκόσι δοκεῖ, καὶ Γὼγ καὶ Μαγὼγ μετὰ πλείστων ἐθνῶν ἐπεστράτευσαν Ἰουδαίοις, καὶ οἱ περίοικοι δὲ πάντες αὐτοὺς πολεμοῦντες διετέλεσαν, ἔνθεν μὲν Ἰδουμαῖοι, καὶ Ἀμμανῖται, καὶ Μωαβῖται· ἐκεῖθεν δὲ ἀλλόφυ λοι καὶ Σαμαρεῖται· καὶ ὀλίγου δὲ διελθόντος χρό νου, τὰ Μακεδονικὰ αὐτοῖς ἐπέστη κακὰ, ἃ τῶν Μακκαβαίων αἱ συγγραφαὶ περιέχουσιν. Ἐνταῦθα δὲ ὁ προφητικὸς λόγος εἰρήνην ὑπισχνεῖται βαθεῖαν. "Κατακόψουσι γὰρ τὰς μαχαίρας αὑτῶν εἰς ἄρο τρα, καὶ τὰ δόρατα αὑτῶν εἰς δρέπανα, καὶ οὐκ ἔτι οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐκ ἔτι οὐ μὴ μάθωσι πολεμεῖν. (δʹ.) Καὶ ἀναπαύσεται ἕκα στος ὑποκάτω ἀμπέλου αὑτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὑτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν." Καὶ δεικνὺς τῶν εἰρημένων τὸ ἀψευδὲς, τοῦ εἰρηκότος τὸ ἀξιόπι στον δῆλον ποιεῖ τοῖς ἀκούουσι. "Τὸ γὰρ στόμα Κυ ρίου παντοκράτορος ἐλάλησε ταῦτα." Τότε δὴ, τότε εʹ. "Πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὑτοῦ· ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα, καὶ ἐπέκεινα." Ὅτι μὲν οὖν τούτων οὐδὲν Ἰουδαίοις ἁρμόττει, τὰ πρά γματα μαρτυρεῖ· οἱ μὲν γὰρ τῆς Ἱερουσαλὴμ ἐκβληθέντες, μέτοικοι τῆς οἰκουμένης ἐγένοντο, σποράδες ἀλώμενοι, καὶ τὴν κατὰ νόμον λειτουργίαν ἐκπληροῦν οὐ δυνάμενοι· ὁ δὲ προφητικὸς λόγος ὑπισχνεῖται, τοὺς πεπιστευκότας ἐν τῷ ὀνόματι τοῦ Κυρίου, πορεύεσθαι εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα. Ὅτι δὲ τὸν μετὰ τὴν τοῦ Κυρίου παρουσίαν προσημαίνει ταῦτα καιρὸν, πάλιν τὰ πράγματα μονονουχὶ φωνὴν ἀφιέντα τὴν μαρτυρίαν παρέχεται. Πρὸ μὲν γὰρ τῆς Ῥωμαίων βασιλείας, συχναὶ τῶν ἐθνῶν κατ' ἀλλήλων ἐπαναστάσεις ἐγίνοντο, ἅτε δὴ καθ' ἕκαστον ἔθνος τῆς βασιλείας μεμερισμένης. Πάσης δὲ τῆς ἡγεμονίας εἰς Ῥωμαίους μετατεθείσης, καὶ τῆς καθ' ἕκαστον ἔθνος βασιλείας ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας ἀναιρεθείσης, εἰρήνη βαθεῖα κατ έσχε τὴν οἰκουμένην, ὡς μηκέτι ἔθνος κατ' ἔθνο[υ]ς ἐπιστρατεύειν, ἀλλὰ διὰ τὴν παρασχεθεῖσαν θεόθεν εἰρήνην, εἰς ὄργανα γεωργικὰ μεταβαλεῖν τὰ πολε μικὰ, καὶ τῇ γηπονίᾳ προσέχοντας, τῶν ἐντεῦθεν ἀδεῶς ἀγαθῶν ἀπολαύειν. Καὶ τοῖς ἄλλοις δὲ ἅπασιν ἐπιτηδεύμασιν ὡς ἐν εἰρήνῃ προσέχουσιν, οἱ μὲν ταῖς παντοδαπαῖς χρώμενοι τέχναις, οἱ δὲ ἐμπορίαν καὶ ναυτιλίαν αἱρούμενοι, οἱ δὲ τῆς τελειότητος ὀρε γόμενοι, τὴν θείαν ὁδὸν, καὶ τοῦ ∆εσπότου τὴν θεραπείαν, ὑποῤῥεόντων κερδῶν προαιρούμενοι, καὶ τὴν αἰώνιον ἐντεῦθεν κληρονομοῦντες ζωήν. Τούτοις ἐπάγει· 81.1764 ʹ, ζʹ. "Ἐν ταῖς ἡμέραις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, συνάξω τὴν συντετριμμένην, καὶ τὴν ἀπ ωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην. Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπ ωσμένην εἰς ἔθνος ἰσχυρόν." Καὶ σαφῶς διδάσκων, ὡς οὐ περὶ Ἰουδαίων ταῦτά φησι, προστέθεικε· "Καὶ βασιλεύσει Κύριος ἐπ' αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα." Εἰ μὲν οὖν διέμεινεν ἐν τῇ Σιὼν ἡ Ἰουδαίων βασιλεία, καὶ τῆς αἰωνίου καὶ διηνεκοῦς ἀπολαύουσι παρὰ τοῦ Θεοῦ τῶν ὅλων κη δεμονίας, εἰκότως καὶ Ἰουδαῖοι τὴν προφητείαν ἁρπάζουσι, καὶ οἱ παραπλησίως ἐκείνοις ταῦτα νενοηκότες συνομολογοῦσιν ἐκείνοις. Εἰ δὲ πέπαυται μὲν τῶν Ἰουδαίων πάλαι ἡ βασιλεία,