72
πόῤῥω δὲ τῆς Ἱερουσαλὴμ οἰκοῦντες δουλεύουσι, τῆς δὲ τοῦ Θεοῦ κηδεμονίας προφανῶς ἐγυμνώθησαν, μήτε Ἰουδαῖοι ληρείτωσαν, καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι τῇ ἀληθείᾳ συνηγορείτωσαν. Συντετριμμένην γὰρ καὶ ἀπωσμένην, τὰς τῇ εὐσεβείᾳ δουλευούσας προσ αγορεύει ψυχὰς, δι' ἃς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐνανθρωπήσας ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώ ποις συνανεστράφη. Καὶ τούτων μάρτυς αὐτὸς πρὸς Ἰουδαίους λέγων· "Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." Καὶ, "Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν." ∆ιὸ τελώνην, καὶ πόρνην, καὶ λῃστὴν, καὶ τοὺς τοιούτους συναγαγὼν, καὶ τὸν τούτων τρόπον εἰς τὸ κρεῖττον μεταβαλὼν, Ἐκκλησίαν ἁγίαν ἀπέφηνε, βασιλεύων αὐτῶν ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα. Οὕτω τὰ περὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας προθεσπίσας ὁ προφήτης, εἰς τοὺς κατὰ τῆς Ἱερουσαλὴμ ἐπανέρχεται λόγους. ηʹ. "Καὶ σὺ, πύργος ποιμνίου αὐχμώδης, θύγατερ Σιὼν, ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ, ἡ πρώτη βασιλεία Βαβυλῶνος." Οὕτω καὶ ὁ μακά ριος Ἡσαΐας, μᾶλλον δὲ ὁ τῶν ὅλων Θεὸς διὰ τῆς ἐκείνου γλώττης, τροπικῶς αὐτὴν ὀνομάζει. Εἰρηκὼς γὰρ, ὅτι "Ἐφύτευσα ἄμπελον Σωρὴχ, καὶ προλή νιον ὤρυξα ἐν αὐτῷ", ἐπήγαγε· "Καὶ πύργον ᾠκοδόμησα ἐν μέσῳ αὐτοῦ," τὸν ναὸν οὕτω καλῶν, δι' οὗ φρουρεῖν ἐδόκει τὸν ἀμπελῶνα. Τοῦτον τὸν πύργον ὁ μακάριος Μιχαίας αὐχμώδη προσαγορεύει, διὰ τὴν τῶν οἰκητόρων ἀσέβειαν· τῆς γὰρ ἐννόμου πολιτείας τὸ διειδὲς θολώσαντες, οἷον αὐχμόν τινα τὴν οἰκείαν παρανομίαν ἐπεισήγαγον. Τούτοις τὴν Βαβυλωνίων ἀπειλεῖ στρατείαν· τούτων γὰρ εὐθὺς τὰ σκῆπτρα λαβὼν ὁ Ναβουχοδονόσορ, ἐπεστράτευσεν ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακείμ. ∆ιὸ καὶ ἀρχὴν πρώτην τὴν βασιλείαν ἐκείνην ὠνόμασεν, ὡς εὐθὺς μετὰ τὴν τῆς βασιλείας χειροτονίαν τοῦ Να βουχοδονόσορ ποιησαμένου τὴν στρατείαν. Εἶτα κατ' εἰρωνείαν πυνθάνεται· θʹ. "Καὶ νῦν ἱνατὶ ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν ἐν σοὶ, ἢ ἡ βουλή σου ἀπώλετο, ὅτι κατεκρά 81.1765 τησάν σου ὠδῖνες ὡς τικτούσης;" Πόθεν, φησὶ, πεῖραν ἔλαβες τῶν κακῶν; Καὶ μὴν καὶ συμβού λους εἶχες τοὺς τὸ δέον εὑρεῖν δυναμένους, καὶ βασι λέα τούτου γε εἵνεκα ᾔτησας, ὥστε σου προκινδυ νεύειν ἐν τοῖς πολέμοις· καὶ ἔλαβες δὲ παραυτίκα· δέδωκα γάρ σοι τὴν αἴτησιν. Μάνθανε τοίνυν, ὡς οὐδέν σε οἱ σύμβουλοι, οὔτε τῶν συμβούλων ἡ φρό νησις, οὔτε ἡ τοῦ βασιλέως ὀνήσει προστασία. ιʹ. "Καὶ ὤδινε, καὶ ἀνδρίζου, καὶ ἔγγιζε, θύγα τερ Σιὼν, ὡς ἡ τίκτουσα." ∆έχου, φησὶν, ὠδινούσης γυναικὸς παραπλησίως ὀδύνας, καὶ ὁμοίως ἐκείνῃ, τὰ ἐπιόντα θεωμένη κακὰ, βάλλου ταῖς τῶν ἀλγη δόνων ἀκίσι. "∆ιότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε, καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου." Μὴ ἀναμείνῃς, φησὶ, νῦν τῶν ἐπιόντων σοι κακῶν τὴν ἀπαλλαγήν· δεῖ γάρ σε ταύτης μὲν ἐξελαθῆναι τῆς πόλεως· ἀπαγομένην δὲ, ὡς ἔτυχεν, ἐν ταῖς ὁδοῖς καταλύειν· ἐπὶ πλεῖστον δὲ οἰκῆσαι τὴν Βαβυλῶνα, μετὰ χρόνον τῆς ἐλευθερίας τυχεῖν, καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανελθεῖν. Οὕτω τὴν αἰχμαλωσίαν καὶ τὴν ἐπάνοδον αὐτοῖς προθεσπίσας, περὶ τῶν Σκυθι κῶν ἐθνῶν ποιεῖται τὴν πρόῤῥησιν, ἃ μετὰ τὴν ἐπάνοδον αὐτοῖς ἐπεστράτευσε. ιαʹ, ιβʹ. "Καὶ νῦν ἐπισυνήχθησαν ἐπὶ σὲ ἔθνη πολλὰ, καὶ λαοὶ λέγοντες· Ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σιὼν οἱ ὀφθαλμοὶ ἡμῶν. Καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγ ματα ἅλωνος." Συνάγει δὲ ὁ Θεὸς, οὐκ ἀναγκάζων καὶ βιαζόμενος, ἀλλὰ ταῖς ὁρμαῖς συγχωρῶν, καὶ τῷ αὐτεξουσίῳ παραχωρῶν. Ταῦτα δὲ καὶ τοὺς ἄλλους προφήτας ἑρμηνεύσαντες ἐδιδάξαμεν. ιγʹ. "Ἀνάστηθι καὶ ἀλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς· καὶ κατατήξεις ἐν αὐτοῖς ἔθνη, καὶ λεπτυνεῖς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς." Τῆς γὰρ ἐμῆς ἀπο λαύουσα προμηθείας, οἷόν τισι κέρασι σιδηροῖς, καὶ χαλκαῖς ὁπλαῖς,