1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

74

∆εσποτικῷ σεμνυνομένην ὀνόματι, καὶ τὸ θεῖον ὄνομα πανταχοῦ γῆς καὶ θαλάττης ὑμνούμενον. Πρὸ δὲ τῆς ∆εσποτι κῆς ἐπιφανείας, καὶ τοῦ σωτηρίου πάθους, καὶ τῆς κλήσεως τῶν ἐθνῶν, τούτων οὐδὲν δείξουσιν Ἰου δαῖοι γεγενημένον. Ἐπειδὴ δὲ μακροῖς ὕστερον χρό νοις ταῦτ' ἤμελλεν ἔσεσθαι, ἀπὸ τῶν κατ' ἐκεῖνον τὸν καιρὸν γενησομένων πιστοῦται τὴν πρόῤῥησιν. Ἵνα γὰρ μάθητε, φησὶν, ὡς ἀληθῆ τὰ προτεθεσπι σμένα, ἐνέχυρον ἐκείνων λάβετε τὰ παρόντα. Ἐπελ θόντα γὰρ ὑμῖν τὸν Ἀσσύριον καταλύσω, καὶ βαθεῖαν ὑμῖν τὴν εἰρήνην δωρήσομαι. εʹ. "Καὶ ἔσται αὕτη ἡ εἰρήνη, ὅταν ὁ Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν." ∆ώσω γὰρ ὑμῖν εἰρήνην ἐπελθόντος ἐκείνου, παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα. "Καὶ ἐπεγερθήσονται ἐπ' αὐτὸν ἑπτὰ ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων. (ʹ.) Καὶ ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ, καὶ τὴν γῆν Νεβρὼδ ἐν τῇ τάφρῳ αὐτῆς· καὶ ῥύσεταί σε ἐκ τοῦ Ἀσσοὺρ, ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν." Ἐντεῦθεν σαφῶς ἐδιδάχθη μεν, ὡς καὶ τῆς Βαβυλῶνος ὁ Ἀσσύριος ἐβασίλευ σεν· ὁ γὰρ Νεβρὼδ, ὡς ὁ μακάριος ἐδίδαξε Μωσῆς, τυραννίδι χρησάμενος, τὴν Βαβυλῶνα πρώτην ὑπο χείριον ἔσχεν. "Ἐγένετο γὰρ, φησὶν, ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν, Ὀρὲχ, καὶ Χαλάνη." Ἑπτὰ δὲ αὐτῷ, φησὶ, βασιλέας ἐπαναστήσω (ποι μένας γὰρ τοὺς βασιλέας καλεῖ, καὶ ὀκτὼ πληγαῖς αὐτὸν ἀνθρωπίναις περιβαλῶ. Λέγει δὲ τὰς κατ' αὐτοῦ γεγενημένας πολεμικὰς προσβολάς. Ταύτας γὰρ δήγματα ἀνθρώπων καλεῖ. Σημαίνει δὲ κατ' αὐτὸν καὶ τῆς Βαβυλῶνος τὴν ἅλωσιν. Νῦν μὲν γὰρ, φησὶ, τοῦτον τοιούτοις περιβαλῶ κακοῖς· μετ' ὀλίγον δὲ, καὶ τὸν τοῦτον διαδεξόμενον, καὶ τὴν Βαβυλῶνα βασιλίδα πόλιν ἀποφανοῦντα, παντελῶς καταλύσω, 81.1772 καὶ οὐδεμίαν ὄνησιν, οὐκ ἀπὸ τῶν ἰσχυροτάτων τει χῶν, οὐκ ἀπὸ τῆς ἔξωθεν περιθεούσης εὑρήσει τά φρου· σὺ δὲ τούτων ἀπαλλαγήσῃ, οὐ τότε μόνον, ὅταν αὐτοῖς ἄλλους πολεμίους ἐπαναστήσω, ἀλλὰ καὶ ἐπὶ τοῦ παρόντος, ἡνίκα πολλῇ χρώμενοι στρα τείᾳ κατὰ τῆς σῆς παραγίνονται πόλεως· νῦν γὰρ αὐτοῖς ἀόρατον δι' ἀγγελικῆς ὑπουργίας ἐπάξω τὸν ὄλεθρον. Οὕτω τῶν ὕστερον ἐσομένων ἐνέχυρα δεδω κὼς τὰ τότε γενόμενα, ἐπ' ἐκεῖνα πάλιν μεταφέρει τὸν λόγον, καὶ διδάσκει, ὅπως τῷ ἐν Βηθλεὲμ γεν νηθέντι Κυρίῳ πεπιστευκότες, οἵ τε ἱεροὶ ἀπόστολοι καὶ οἱ μετὰ τούτων, τοῦ θείου κηρύγματος προχει ρισθέντες διάκονοι, τοῖς ἀλλογενέσιν ἔθνεσι τὴν εὐαγ γελικὴν διδασκαλίαν προσοίσουσι. Φησὶ δὲ οὕτως ζʹ. "Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ Κυρίου ἐπιπίπτουσα, καὶ ὡς ἄρνες ἐπ' ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς, μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων." Ὑπόλειμμα δὲ πανταχοῦ τοὺς σεσω σμένους καλεῖ. Οὕτω καὶ ἀλλαχοῦ· "Ἐὰν ᾖ ὁ ἀρι θμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται." Οὕτω τοίνυν, φησὶν, οἱ πεπιστευκότες, καὶ τὸ εὐαγγελικὸν τοῖς ἔθνεσι δια πορθμεύοντες κήρυγμα, δρόσου δίκην οὐρανόθεν φε ρομένης τὴν οἰκουμένην ἀρδεύσουσι· καὶ καθάπερ ἄρνες πεινῶντες δαπανῶσι τὴν ἄγρωστιν, οὕτως οὗτοι τὴν ἀγρώστεως δίκην ταῖς κεχερσωμέναις ψυ χαῖς ἐμφυομένην ἀσέβειαν ῥᾳδίως καταναλώσουσιν, ὥστε μηκέτι τοιοῦτον ἀνθρώπων σύλλογον εὑρεθῆναι. Ἐπειδὴ γὰρ οἱ δαίμονες ἀνήκεστα νοσοῦντες διέμει ναν, εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον μετὰ διορισμοῦ τὴν πρόῤῥησιν ἐποιήσατο· "Ὅπως μὴ συναχθῇ μηδεὶς, μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων." Ὥστε, φησὶ, μη δένα σύλλογον ἐξ ἀσεβῶν ἀνθρώπων συνειλεγμένον εὑρεθῆναι λοιπόν. Καὶ ἐπειδὴ δρόσῳ καὶ ἀρνίοις αὐτοὺς ἀπείκασε, τὴν δεδομένην δὲ αὐτοῖς δύναμιν ὑπὸ τοῦ Θεοῦ διὰ τούτων οὐκ ἀποχρώντως ἐδήλωσε, καὶ ἄλλην τοῖς εἰρημένοις εἰκόνα προστίθησι. ηʹ. "Καὶ ἔσται τὸ κατάλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος." Τὰ μὲν γὰρ προοίμια τῶν ἱερῶν ἀποστόλων δρόσῳ ἐῴκει φερο