1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

75

μένῃ, καὶ ὡς ἄρνες δὲ τὴν τῆς ἀσεβείας ἄγρωστιν ἐδαπάνων διδασκαλίᾳ καὶ θαύμασιν, ὡς ἄρνες ἐν μέσῳ λύκων πολιτευόμενοι, κατὰ τὴν πρόῤῥησιν τοῦ ∆εσπότου. "Ἰδοὺ γὰρ, φησὶν, ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων." Μετὰ δὲ ταῦτα, δεξαμένης τῆς οἰκουμένης τὸ κήρυγμα, καὶ στρατ ηγῶν καὶ βασιλέων τὸν τῆς Ἐκκλησίας πληρούντων κατάλογον, εἰς τοὺς τῆς ἀληθείας ἐναντίους μετέβη τὸ δέος· καὶ οἱ μὲν κτήνεσιν ἐοικότες, δειμαίνουσί 81.1773 τε καὶ φρίττουσιν, οὐδένα οὐδαμόθεν ἐπίκουρον ἔχον τες· οἱ δὲ τῶν εὐαγγελικῶν ὑποφῆται δογμάτων, λεόντειον ἐνδεικνύμενοι φρόνημα, σὺν παῤῥησίᾳ πολλῇ τῷ τῆς ἀληθείας καταγωνίζονται λόγῳ τοὺς συνηγόρους τοῦ ψεύδους. Τότε, φησὶν, θʹ. "Ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται." Οὐκέτι γὰρ σὺ παρ' ἐκείνων ἐξελαύνῃ, ἀλλὰ σὺ τὰ ἐκείνων καταλύσεις τεμένη. Οἱ μὲν οὖν πεπιστευκό τες τοῦ Ἰσραὴλ, ταύτης τεύξονται τῆς δυνάμεως· οἱ δὲ τῇ ἀπιστίᾳ προσμείναντες, τῆς οἰκείας ἔρημοι καταστήσονται βασιλείας, καὶ οὔτε ἱππικὸν ἕξουσιν, οὔτε πεζὸν στρατιώτην, οὔτε πόλεις τείχεσιν ὠχυ ρωμένας. Ἀλλὰ καὶ ταῦτα, φησὶ, πρὸς καλόν σοι γενήσεται. "Ἐξολοθρεύσω γὰρ, φησὶ, τὰ φάρ μακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί." Ἀποφθεγγομένους δὲ τοὺς μάντεις καλεῖ. ιγʹ-ιεʹ. "Καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου, καὶ οὐκέτι οὐ μὴ προσκυνήσεις τοῖς ἔργοις τῶν χειρῶν σου. Καὶ ἐκ κόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πό λεις σου. Καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκη σιν ἐν τοῖς ἔθνεσιν, ἀνθ' ὧν οὐκ εἰσήκουσαν." Καὶ ταῦτα δὲ διὰ τῶν πραγμάτων καταμαθεῖν ῥᾴδιον. Μετὰ γὰρ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώ πησιν, ὁρῶντες Ἰουδαῖοι τῶν ἐθνῶν τὴν εὐσέβειαν, καὶ τὴν τῆς πλάνης ἀπαλλαγὴν, ἄκοντες καὶ αὐτοὶ τῆς τῶν εἰδώλων ἀπηλλάγησαν θεραπείας. Ἐρυθριῶσι γὰρ προφανῶς ἀσεβεῖν, τοὺς ἔξω νόμου σωφρονοῦν τας ὁρῶντες. Προθεσπίζει τοίνυν αὐτοῖς, ὡς καὶ τῶν πόλεων τῶν οἰκείων ἐξελαθήσονται, καὶ εἰς τὰ ἔθνη διασπαρέντες, τῆς περὶ τὰ εἴδωλα πλάνης ἀπαλλα γήσονται. Ταύτην κατ' αὐτοὺς ἐξενεγκὼν τὴν ἀπόφασιν, ἄγει πάλιν αὐτοὺς εἰς κριτήριον, καὶ τοῖς ἀψύχοις ὄρεσιν ἐπιτρέπει τὴν κρίσιν· οὐχ ὡς ἔμψυχα καλῶν, οὐδὲ ὡς πρὸς λογικὰ τοὺς λόγους ποιούμενος· ἀλλ' ἐπειδὴ τὰ ὄρη, καὶ αἱ μεταξὺ τού των νάπαι καὶ φάραγγες, ποτὲ μὲν ἐδέξαντο τοὺς Ἀσσυρίων νεκροὺς, διὰ τῆς ἀγγελικῆς ἐνεργείας ἀναιρεθέντας, ποτὲ δὲ τῶν Σκυθικῶν ἐθνῶν τὰς μυρίας σφαγάς· διὰ τῶν ὀρῶν, καὶ βουνῶν, καὶ κοιλά δων, τῶν ἐν τούτοις γεγενημένων ἀναμιμνήσκει.

ΚΕΦΑΛΑΙΟΝ ςʹ. αʹ. "Ἀκούσατε δὴ ἃ εἶπε Κύριος· Ἀνάστηθι, καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ

ἀκουσάτωσαν βουνοὶ φω νήν σου." Ἀπόβλεψον εἰς τὰ ὄρη, τὰ διὰ τῆς ἐμῆς ἐπικουρίας νεκροὺς τοὺς σοὺς πολεμίους δεξάμενα, καὶ εἰπὲ μετὰ παῤῥησίας, εἴπερ ἄρ' ἂν δύνασαι, καὶ μὴ ἐμφράττῃ σου τὸ στόμα τῆς εὐεργεσίας τὸ μέγε θος· τοιγάρτοι σοῦ τοῦτο ποιεῖν οὐ δυναμένου, ἐγὼ ποιήσομαι τὴν διάλεξιν. βʹ. "Ἀκούσατε, βουνοὶ, τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὑτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ 81.1776 διελεγχθήσεται." Ἐπειδὴ γὰρ λογικοὶ ὄντες ἀλογίαν νοσοῦσι, κριταῖς τοῖς ἀψύχοις κατὰ τῶν λογικῶν χρήσομαι. γʹ. "Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι." Εἰπὲ τὴν αἰτίαν τῆς ἔχθρας· ἔλεγξον, εἴ τινος λυπηροῦ πεπεί ρασαι παρ' ἐμοῦ. Καὶ ἐπειδὴ σιγᾷν ἦν ἀνάγκη μηδὲν ἔχοντα λέγειν, εἰκότως ἐπήγαγεν· "Ἀποκρίθητί μοι·" εἴ τι λέγειν ἔχεις, εἰπὲ προφανῶς. δʹ. "∆ιότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ." Ἀλλ' ἆρα μὴ τοῦτο ὡς ἀδίκημα προσφέρεις, ὅτι σε τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπαλλά ξας δουλείας, ἀκραιφνῆ σοι τὴν ἐλευθερίαν ἐδωρησά μην,