76
ὑπουργοῖς ἀνδράσι θαυμασίοις καὶ ἀοιδίμοις χρησάμενος, τῷ Μωσῇ, καὶ τῷ Ἀαρὼν, οὐδὲ τὰς γυναῖκας τῆς προσηκούσης ἀποστερήσας ἐπιμελείας, καὶ ταύταις τὴν Μαριὰμ ἐπιστήσας, καὶ προφητικοῦ χαρίσματος ἐμπλήσας; Ἀλλ' εἰ τούτων ἀμνημονῆ σαι θέλεις, τῶν κατὰ τὸν Βαλαὰμ ἀναμνήσθητι, καὶ σκόπησον, ἐπὶ τίσι μὲν αὐτὸν ὁ Βαλαὰμ μετεπέμ ψατο· ὅπως δὲ ἐκεῖνος, ὑπὸ τῆς ἐμῆς δυνάμεως ἐνεργούμενος, οὐκ ἀρὰν ὑμῖν, ἀλλ' εὐλογίαν προσ ήνεγκε. Τούτων δὲ ἔδρων ἕκαστον, οὐ μισθόν σοι δικαιοσύνης· ὀρέγων, ἀλλὰ τὴν ἐμαυτοῦ δικαιοσύνην δήλην ποιῶν· ὑποσχόμενος γὰρ τῷ ὑμετέρῳ προπά τορι, τὰς πρὸς ἐκεῖνον ἐπλήρουν συνθήκας. Τού τους ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ Θεοῦ ποιη σάμενος τοὺς λόγους, καὶ τοῦ λαοῦ τὴν ἀναλγησίαν θεώμενος, αὐτὸς ἀντὶ τοῦ λαοῦ τοὺς τῆς εὐσεβείας ἀνακινεῖ λογισμοὺς, καί φησιν· ʹ. "Ἐν τίνι καταλάβω τὸν Κύριον; ἀντιλήψομαι Θεοῦ μου ὑψίστου;" Πῶς ἀμείψομαι τὸν τοσούτων μοι πρόξενον ἀγαθῶν; ποίαις ἀντιδόσεσι ἐπιχρή σομαι; "Εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; (ζʹ.) Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ μυριάσι χιμάρων πιόνων; εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;" Οὐδὲν, φησὶ, τῶν ἀνθρωπίνων, οὐ μόσχων πλῆθος, οὐχ ὁλόκληρα ποί μνια, οὐ μυριάδες ἐρίφων (χιμάρους γὰρ τοὺς ἐνιαυ σίους ἐρίφους καλεῖ), οὐχ οἱ πρῶτοι λύσαντες τὰς ὠδῖνας παῖδες, εἰς θυσίαν τῷ Θεῷ προσφερόμενοι, λῦσαί μου τῶν ἁμαρτημάτων ἀρκοῦσι τὸ πλῆθος. Εἰ δὲ ἅπαντα ταῦτα εἰς ἁμαρτημάτων λύσιν οὐκ ἀπόχρη, τίσι τὰς θείας εὐεργεσίας ἀμείψομαι; οὕτω τοὺς ἀνθρωπίνους προτεθεικὼς λογισμοὺς, τὴν θείαν προσφέρει πάλιν ἀπόκρισιν. ηʹ. "Ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν· καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τοῦ ποιεῖν κρῖμα, καὶ ἀγαπᾷν ἔλεον, καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι ὀπίσω Κυρίου τοῦ Θεοῦ σου;" Τοῦτο 81.1777 καὶ διὰ μακαρίου ∆αβὶδ ὁ τῶν ὅλων ἔφη Θεός· ἐκβαλὼν γὰρ ἅπαντα τῶν θυσιῶν τὸν κατάλογον, καὶ εἰρηκώς· "Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ·" ἐπήγαγε· "Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με." Καὶ πάλιν· "Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμέ νον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Ταυτὰ δὲ καὶ παρὰ πᾶσιν εὕροι τις ἂν τοῖς προφήταις. "Λέγει τοίνυν κἀνταῦθα, ὅτι ∆ῆλά ἐστι τὰ παρ' ἐμοῦ σοι νομοθετηθέντα. Βούλεται γὰρ ἐπιμελεῖσθαί σε τοῦ δικαίου, καὶ περὶ τὸν πέλας εἶναι φιλάνθρωπον, καὶ εἰς ἅπαντα ὑπακούειν τῷ πεποιηκότι Θεῷ. Ταυτὰ δὲ καὶ διὰ Μωσέως ἐνομο θέτησεν· "Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν." Τούτων τοίνυν ὑπὸ σοῦ γιγνο μένων, θʹ. "Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ." ∆ι' αὐτῶν γὰρ τῶν πραγμάτων τῆς παρ' αὐτοῦ προνοίας ἀπο λαύοντες, δόξετε ἀκούειν καὶ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς ποριζούσης ὑμῖν τὴν σωτηρίαν. "Ἄκουε, φυλή· τίς κοσμήσει πόλιν; (ιʹ.) Μὴ πῦρ, καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους, καὶ μετὰ ὕβρεως ἀδικίας·" Καθάπερ γὰρ οὐ κό σμον πόλει τὸ πῦρ, ἀλλ' ἐμπρησμὸν ἐπάγει καὶ ὄλε θρον· οὕτως ἡ ἐπὶ τὴν ἀδικίαν ῥοπὴ, μετὰ θρασύ τητος γιγνομένη καὶ ὕβρεως, λωβᾶται τοὺς κεχρη μένους. ιαʹ, ιβʹ. "Εἰ δικαιωθήσεται ἐν) ζυγῷ ἄδικος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου; Ἐξ ὧν τὸν πλοῦτον αὑτῶν ἀδικίας ἐνέπλησαν, καὶ οἱ ἐνοι κοῦντες ἐν αὐτῷ ἐλάλουν ψευδῆ, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν." Πρὸς τῇ γὰρ ἀσεβείᾳ καὶ παρανομίᾳ, ἐτόλμων ὧν ἀρτίως τὴν κατηγορίαν ἐποιήσατο· στάθμια μὲν ἄδικα καὶ ζυγὰ κεκτημένοι, ἐκ πλεονεξίας δὲ τὸν πλοῦτον συλλέ γοντες, ψευδέσι δὲ λόγοις τὴν γλῶτταν μολύνοντες. Τούτου χάριν, φησὶν, ἀρχὴν τῆς κατὰ σοῦ τιμωρίας ποιήσομαι, καὶ δίκας σε τῆς παρανομίας εἰσπράξο μαι,