1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

81

μεταμελουμένοις ἐπάγειν. Τοῦτο γὰρ εἶπεν· "Ἀθωῶν οὐκ ἀθωώσει·" ἀντὶ τοῦ, τὸν κολάσεως ἄξια πλημμελήσαντα, τῆς τιμωρίας οὐκ ἀπαλλάξει. "Κύριος, ἐν συντελείᾳ καὶ ἐν συσσει σμῷ ἡ ὁδὸς αὐτοῦ." Οὐκέτι φιλανθρωπίας, φησὶ, μεταδώσει ὑμῖν ὁ τῶν ὅλων Θεὸς, ἀλλὰ τὸν ὄλεθρον ἐπάξει. Τούτῳ ἔοικε τὸ ἐν τῷ ψαλμῷ εἰρημένον· "Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια." Ἡ γὰρ ἀλήθεια οὐ φιλανθρωπίαν μόνην, ἀλλὰ καὶ τιμωρίαν ἔχει δικαίαν. Ὁδὸν τοίνυν κἀνταῦθα κἀκεῖ τὴν πρᾶ ξιν νοητέον. "Καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ." Ἁρμοδίως μάλα τὸν κονιορτὸν τῇ ὁδῷ προστέθεικε. Βούλεται δὲ εἰπεῖν, ὅτι Νῦν οὐκέτι μακροθυμίᾳ χρή σεται, ἀλλ' ὄλεθρον ὑμῖν ἐπάξει, πανταχόθεν ὑμῖν τῶν κακῶν ἐπιστήσας τὸ νέφος. Καὶ διδάσκων, ὡς ῥᾳδίως πᾶν ὅ τι ἂν ἐθελήσῃ ποιεῖ, ἐπήγαγεν· δʹ. "Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν." Εἰ γὰρ δοκι μάσειεν ἅπαν τῆς τε θαλάττης καὶ τῶν ποταμῶν φροῦδον ποιῆσαι τὸ ὕδωρ, ἐν ἀκαρεῖ τοῦτο δρᾶσαι δυνήσεται· καὶ τούτου τὴν ἀπόδειξιν ἀπὸ τῶν ἤδη γε γενημένων παρέσχεν. "Ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ πάντα τὰ ἐξανθοῦντα τοῦ Λιβά νου ἐξέλιπε." Ποινὴν γὰρ ἀπαιτῆσαι βουληθεὶς τούς τε τὴν Βασανῖτιν, καὶ τὸν Κάρμηλον, καὶ τὸν Λίβα νον οἰκοῦντας, ὑμῖν τούτους παρέδωκα. Ὑμεῖς δὲ τὰς τούτων χώρας δῃώσαντες, καὶ τὰς πόλεις πορ θήσαντες, καὶ τοὺς ἐνοικοῦντας ἐξανδραποδίσαντες, ἐρημία παντελεῖ παρεδώκατε. εʹ. "Τὰ ὄρη ἐσείσθησαν ἀπ' αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν, καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐ τοῦ ἡ σύμπασα, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ." Ἐπειδὴ γάρ τινες ὑπελάμβανον αὐτὸν μόνον Ἰουδαίων εἶναι Θεὸν, εἰκότως ὁ προφήτης διδάσκει, ὅτι ὄρη, καὶ βουνοὺς, καὶ πᾶσαν τὴν γῆν σὺν τοῖς κατοικοῦσι νεύματι μόνῳ συσσείει· τὸ δὲ, ἀνεστάλη ἡ γῆ, ὁ μὲν Ἀκύλας, ἔφριξεν, εἶπεν· ὁ δὲ Σύμμαχος, ἐκινήθη. ʹ. "Πρὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑπο στήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐ τοῦ; Ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ πέτραι διεθρύβησαν ἀπ' αὐτοῦ." Εἰ γὰρ τοὺς ἐπὶ δυνα στείαις βρενθυομένους, καὶ πετρῶν ἔχειν ἰσχὺν ὑπειλημμένους, εὐπετῶς μάλα συντρίβει καὶ κατα λύει· τίς ἱκανὸς ἀντιστῆναι τῇ ἐκεῖθεν φερομένῃ παιδείᾳ; Ἀλλ' ὥσπερ τοὺς ἀλαζόνας καταλύει ῥᾳ δίως, οὕτως χρηστός ἐστι Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλα βουμένους αὐτόν. ∆είξας δὲ, ὅπως προσφέρεται τοῖς τὰς ἐπιφερομένας ὑπομένουσι παιδείας, καὶ μηδὲν ἀπηχὲς φθεγγομένοις, πάλιν τὴν κατὰ τῶν ἀνοσίων διεξέρχεται τιμωρίαν. 81.1793 ηʹ. "Καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται· τοὺς ἐξεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος." Πανωλεθρίᾳ γὰρ καὶ σκότῳ διηνεκεῖ τοὺς κατ' αὐτοῦ θρασυνομένους παραδώσει. Κατακλυσμὸν γὰρ καὶ συντέλειαν, τὴν πανωλε θρίαν ἐκάλεσεν. Εἶτα κατ' ἐρώτησιν· θʹ. "Τί λογίζεσθε ἐπὶ τὸν Κύριον;" Ποίαν, φη σὶν, ὑπολαμβάνετε δύναμιν αὐτὸν ἔχειν; Συντέλειαν αὐτὸς ποιήσει, καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει." Ἀθρόαν, φησὶν, ὑμῖν ἐπάξει τὴν τιμω ρίαν, ὥστε μὴ δεηθῆναι δευτέρας πληγῆς. ιʹ. "Ὅτι ἕως θεμελίου αὑτῶν χερσωθήσονται, καὶ ὡς σμίλαξ περιπλεκομένη, βρωθήσονται, καὶ ὡς καλάμη ξηρασίας μεστή." Ὥσπερ γὰρ τὸ πῦρ ξη ρὰν καλάμην καταναλίσκει ῥᾳδίως, καὶ ἡ παρὰ τοὺς φραγμοὺς φυομένη βοτάνη, καὶ τοῖς παλιούροις μάλιστα συμπλεκομένη, οὔτε ἐκείνους ἀνθεῖν ἐᾷ, καὶ αὕτη τῷ χρόνῳ διαφθείρεται· οὕτως ὑμεῖς τὰς τῶν ἄλλων καταλύσαντες βασιλείας, καὶ τῆς βασιλείας αὐτῆς γυμνωθήσεσθε, καὶ ὀλέθρῳ παραδοθήσεσθε. Καὶ τῆς τιμωρίας τὸ δίκαιον δεικνὺς, ἐπήγαγεν· ιαʹ. "Ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου, πονηρὰ βουλευόμενος ἐναντία." Ταῦτα δὲ πείσῃ διὰ τὰς μανικὰς τῆς σῆς ἐννοίας ὠδῖνας. ∆ι δάσκει δὲ ταύτας ἡμᾶς καὶ ἡ τετάρτη τῶν Βασιλειῶν ἱστορία, καὶ ὁ θεσπέσιος Ἡσαΐας. Ἐν ἐκείναις γὰρ ταῖς βίβλοις ὁ Σενναχηρεὶμ ἀναγέγραπται, τὴν βλασ φημίαν ἐκείνην κατὰ τοῦ Θεοῦ τῶν ὅλων λυττήσας· "Εἴπατε Ἐζεκίᾳ· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ βασιλεὺς τῶν Ἀσσυρίων· Μή σε ἀπατάτω ὁ Θεός σου ἐν ᾧ