1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

88

ἀδεῶς παρανομοῦντας, καὶ ἀναλγησίαν νοσοῦντας. Τούτοις παρακελεύεται μὲν 81.1813 τοῖς θεσπιζομένοις προσχεῖν, καταπλαγῆναι, καὶ δεῖσαι τὴν ἀπειλήν. Οἶδε δὲ ὅμως, ἅτε δὴ ἅπαντα καὶ πρὶν γενέσθαι σαφῶς ἐπιστάμενος, ὡς ἀπιστή σουσι τοῖς λεγομένοις, καὶ πρὸ τῆς πείρας τῶν πραγμάτων ψευδεῖς τοὺς περὶ τούτων νομιοῦσι λό γους. Ἀλλ' ὅμως ἀγαθὸς ὢν καὶ δίκαιος, κρίνειν ὑπὸ μόνης τῆς προγνώσεως οὐκ ἀνέχεται· ἀλλὰ καὶ τοῖς ἀπιστοῦσι τὰς προῤῥήσεις προσφέρει, καὶ θεραπείαν οὐ δεχομένοις τὴν τιμωρίαν ἐπάγει. ʹ. "∆ιὸ ἰδοὺ ἐγὼ ἐγείρω τοὺς Χαλδαίους, τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινὸν, καὶ τὸ πορευόμε νον ἐπὶ τὰ πλάτη τῆς γῆς, τοῦ κατακληρονομῆσαι σκηνώματα οὐχ αὑτοῦ." Ὑμῖν γὰρ τοῖς ἀδικίᾳ καὶ παρανομίᾳ συζῶσι δι' οὓς δυσχεραίνουσιν οἱ τῆς Προνοίας ἀγνοοῦντες τοὺς νόμους, τοὺς ὠμοτάτους καὶ ὀξυτάτους ἐπάξω Χαλδαίους, οἱ τῶν ἀλλοτρίων ἐφιέμενοι, κατὰ πάντων στρατεύουσι τῶν ἐθνῶν. ζʹ. "Φοβερὸς καὶ ἐπιφανής ἐστιν· ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται." Ἐπίσημός ἐστι, καὶ ἱκανὸς ἐκ μόνης ἐκδειματῶσαι τῆς φήμης. ∆ικάζει δὲ, οὐ νόμοις ἀλ λοτρίοις ἀκολουθῶν, ἀλλὰ τὸ παραστὰν ποιεῖται νό μον. Τοῦτο δὲ ὁ Σύμμαχος σαφέστερον τέθεικεν· "Αὐτὸς ἑαυτῷ δικάσει, καὶ δόγμα τὸ ἑαυτοῦ ἐπεξελεύσεται." ηʹ. "Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀρα βίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ, καὶ ὁρμή σουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρό θυμος εἰς τὸ φαγεῖν." ∆ιὰ πάντων δὲ τὴν ῥώμην αὐτῶν, καὶ τὴν ἀνδρείαν, καὶ τὴν ταχύτητα προεσή μηνε. Τοιοῦτος γὰρ ἐν μὲν πτηνοῖς ὁ ἀετὸς, ᾧ τοὺς ἱππέας εἴκασεν· ἐν δὲ θηρίοις αἱ παρδάλεις, καὶ τῆς Ἀραβίας οἱ λύκοι, οἷς τῶν ἵππων παρέβαλε τὴν ὀξύτητα. θʹ. "Συντέλεια ἐπ' ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας." Οὗτοι τοῖς δυσσε βέσιν ὄλεθρον ἐπάξουσι παντελῆ, καὶ ταῦτα πολεμεῖν αὐτοῖς καὶ παρατάττεσθαι πειρωμένοις. Καὶ τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος τέθεικε· "Πάντα εἰς πλεονεξίαν ἥξει, ἡ πρόσοψις τοῦ προσώπου αὐτῶν ἄνεμος καύσων." Καθάπερ γὰρ τῶν ἵππων καὶ τῶν ἱππέων παραβολικῶς ἔδειξε τὴν ταχύτητα· οὕτω καὶ τῶν προσώπων τὸ θηριῶδες ἀνέμῳ ἀπείκασε καύσωνι. Ὥσπερ γὰρ ἐκεῖνος καίει τὰ γυμνὰ τῶν σωμάτων, οὕτως ἱκανὴ τῶν Χαλδαίων ἡ θέα τῶν ὁρώντων κατασβέσαι τὸ ἄνθος. "Καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν. (ιʹ.) Καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παί γνια αὐτοῦ· καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα, καὶ κρατήσει αὐτοῦ." Παίζων γὰρ μᾶλλον, ἢ σπουδάζων, καὶ τὰς ἐννόμους βασιλείας, καὶ τὰς παρανόμους καταλύσει τυραννίδας, καὶ χώμασι καὶ μηχανήμασι κεχρημένος, πάντα περί 81.1816 βολον ὀχυρὸν ἐκ βάθρων ἀνασπάσει· ἀλλὰ ταύτην αὐτοῦ τὴν μανίαν ὁ ἀγαθὸς θεασάμενος ∆εσπότης, ἐλεήσει τοὺς ταῖς συμφοραῖς ταύταις περιπεσόντας. ιαʹ. "Τότε γὰρ, φησὶ, μεταβαλεῖ τὸ πνεῦμα αὑ τοῦ, καὶ διελεύσεται, καὶ ἐξιλάσεται." Εἰς οἶκτον γὰρ μεταβαλὼν τὴν ὀργὴν ἵλεως ἔσται, καὶ σβέσει τὰ λυπηρά. ∆ιὸ λίαν ἐκπλαγεὶς ὁ προφήτης τὴν θείαν φιλανθρωπίαν, ἐβόησεν· "Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου." Σοὶ γὰρ μόνῳ πρόσεστιν, ὦ ∆έσποτα, δύναμις, καὶ κολάζειν ὡς βούλει, καὶ μεταβάλλειν τὴν τιμω ρίαν εἰς ἔλεον. ιβʹ. "Οὐχὶ σὺ ἀπ' ἀρχῆς, Κύριε, ὁ Θεός μου ὁ ἅγιος, καὶ οὐ μὴ ἀποθάνωμεν;" Σὲ γὰρ ἄνωθεν ∆εσπότην καὶ Θεὸν ἐγνωκότες, καὶ τῶν ὄντων ἁπάν των ὑπέρτερον, τῆς παρὰ σοῦ σωτηρίας τυγχάνο μεν." Κύριε, εἰς κρῖμα τέταχας αὐτὸν, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ." Εἰς τοῦτό με, φησὶν, ἄνωθεν εἰς τὸ εἶναι παρήγαγες, ὥστε καὶ τοὺς ἁμαρτάνοντας διελέγχειν, καὶ τὰς ἐπιφερομένας προλέγειν παιδείας. ιγʹ, ιδʹ. "Καθαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας, παρασιωπή σεις ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσ σης, καὶ ὡς ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον;" Τὴν μὲν οὖν ἐν τῷ προοιμίῳ κειμένην ἐπαπόρησιν διὰ τοὺς ἐν τῇ Ἱερουσαλὴμ παρανομοῦντας τέθεικε, προθεσπίσας δὲ τὴν διὰ τῶν