1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

91

ξύλινος ὁ Σύμ μαχος τέθεικεν. ιβʹ, ιδʹ. "Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασι, καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις! Οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος; Καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρὶ, καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν. Ὅτι πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δό ξαν Κυρίου, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσ σας." Θρήνων ἀληθῶς καὶ ὀδυρμῶν ἄξιος εἶ, ἐξ ἀδίκων σφαγῶν τὴν οἰκείαν βασιλείαν αὐξήσας, καὶ μὴ συνιεὶς, ὡς τῶν ὅλων Θεὸς εὐθύνας τοὺς παρα νομοῦντας εἰσπράττεται· εἰ γὰρ ταύτην ἐδέξω τὴν γνῶσιν, οὐκ ἂν οἷόν τινι πυρὶ τῇ δυνάμει κατὰ πολ λῶν ἐθνῶν ἐχρήσω, ἀνηκέστους αὐτοῖς τιμωρίας ἐπάγων. Καὶ μὴ νόμιζε τῶν δυσκόλων εἶναι τὴν τῆς θείας γνώσεως κτῆσιν· εὖ ἴσθι γὰρ, ὡς ἅπαντα τῶν ἀνθρώπων τὰ γένη ταύτην ὅτι τάχιστα δέξεται τὴν ἀκτῖνα, καὶ τῇ τῆς θεογνωσίας αἴγλῃ καταυγα σθήσεται, ὡς καλυφθῆναι τὴν πικρὰν τῆς ἀπιστίας θάλασσαν τοῖς γλυκέσι τῆς γνώσεως ὕδασιν. ιεʹ, ιʹ. "Ὢ ὁ ποτίζων τὸν πλησίον αὑτοῦ ἀνατρο 81.1824 πὴν θολερὰν, καὶ μεθύσκων ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν. Καὶ πλησμονὴν ἀτιμίας ἐκ δόξης. Πίε καὶ σὺ, καὶ διασαλεύθητι, καὶ σείσθητι." Ἐπειδὴ γὰρ οἷόν τι θολῶδες πόμα τὴν τιμωρίαν τοῖς ἄλλοις ἐπέφερες, τοὺς κατορωρυγμένους ἀνα ζητῶν θησαυροὺς, δέξαι καὶ σὺ ὃ ἐκέρασας πόμα, καὶ πιὼν ἀπόθου μὲν τὴν προτέραν εὔκλειαν, ἀτιμίᾳ δὲ περιβληθεὶς ὀλοφύρου τὴν ἀθρόαν μεταβολήν. "Ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου." Ἔφθασέ σε δι καία παρὰ τοῦ Θεοῦ τιμωρία. Ποτήριον γὰρ καὶ οἶνον τὴν τιμωρίαν καλεῖ, καθὰ πολλάκις εἰρή καμεν. ιζʹ. "∆ιότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε, δι' αἵματα ἀνθρώ πων, καὶ ἀσεβείας γῆς, καὶ πόλεως, καὶ πάντων τῶν κατοικούντων αὐτήν." Τίσεις, φησὶ, ποινὴν ὧν κατὰ τῆς Ἱερουσαλὴμ τετόλμηκας· Λίβανον γὰρ ταύτην ὠνόμασε· καὶ οἷόν τισι θηρίοις τοῖς πολεμίοις παραδοθήσῃ, τῶν παντοδαπῶν σου κακῶν ἀπαιτούμενος δίκας. ιηʹ. "Τί ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; Ἔπλασαν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ· ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὑτοῦ, τοῦ ποιῆ σαι εἴδωλα κωφά." Τί ἀνοητότερον τῶν τὰ χει ροποίητα εἴδωλα προσκυνούντων; οἳ καὶ τὴν ὕλην καὶ τὴν τέχνην ὁρῶντες, ὡς θεοῖς τὸ σέβας ἠλιθίως προσφέρουσιν. ιθʹ. "Οὐαὶ ὁ λέγων τῷ ξύλῳ· Ἔκνηψον, ἐξεγέρ θητι· καὶ τῷ λίθῳ· Ὑψώθητι· καὶ αὐτό ἐστι φαντασία· τοῦτο δέ ἐστιν ἔλασμα ἐκ χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτοῖς." Τίς οὐκ ἂν εἰκότως θρηνήσειε τοῖς ἐκ χρυσοῦ καὶ ἀργυρίου κατεσκευασμένοις θεοῖς; Οὐκ ἐρυθριῶσι γὰρ οἱονεὶ καθεύδοντας αὐτοὺς διεγείροντες· καὶ ταῦτα εἰδότες ὡς ἄψυχα πάμπαν ἐστὶν, ἐνεργεῖν διὰ τῶν φαινομένων αἰσθητηρίων οὐ δυνάμενα. κʹ. "Ὁ δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὑτοῦ, καὶ εὐ λαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ." Τὰ μὲν γὰρ εἴδωλα κωφά εἰσι, καὶ πάσης δυνάμεως ἔρημα· ὁ δὲ ἡμέτερος ∆εσπότης ἔχει μὲν οἷόν τινα ναὸν τὸν οὐρανὸν, ἔχει δὲ καὶ ἐν τῇ γῇ τὸν ἐν Ἱερουσαλὴμ ἀφιερωμένον τόπον· καὶ πάντων ἕνεκα δίκαιος δέ χεσθαι παρὰ τῆς κτίσεως ἁπάσης τὸ σέβας. Καὶ ταῦτα δὲ δῆλον, ὡς πρὸς τὸν Βαβυλώνιον εἴρηται, καταφρονήσαντα μὲν τοῦ ὄντος Θεοῦ, καὶ τὸν θεῖον αὐτοῦ νεὼν παραδεδωκότα τῷ πυρὶ, τοῖς δὲ ὑπ' ἀνθρωπείας χειρὸς κατεσκευασμένοις εἰδώλοις πᾶσαν ἀπονείμαντα θεραπείαν. Οὕτω διαμορφώσας ὁ μα κάριος προφήτης τοῦ λόγου τὸν χαρακτῆρα, καὶ σχηματίσας εἰς ἐρώτησιν καὶ ἀπόκρισιν, εἰς ἐπαπό ρησιν καὶ λύσιν τῶν ζητουμένων, καὶ δείξας τοῦ Θεοῦ τὸ δίκαιον, καὶ ὅπως Ἰουδαίους μὲν διὰ Βαβυλωνίων, 81.1825 καὶ Βαβυλωνίους δὲ δι' ἑτέρων εἰσπράττεται δίκας, εἰς ὑμνῳδίαν μεταβάλλει τὸν λόγον καὶ προσευχὴν, πάλιν ἐν προσχήματι προσευχῆς τὰ ἐσόμενα προθε σπίζων.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. βʹ. "Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφο βήθην· Κύριε, κατενόησα τὰ

ἔργα σου, καὶ ἐξέστην." ∆έους μὲν ἐνεπλήσθην, ὦ ∆έσποτα, τῶν σῶν ἐπακού σας