97
Κλητοὺς δὲ ὀνομάζει τοὺς πο λεμίους· τὸ δὲ ἡγίασεν ἀντὶ τοῦ, ἀφώρισε, τέθει κεν· οὕτως καὶ διὰ Ἡσαΐου φησίν· "Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς·" ἀντὶ τοῦ, εἰς τοῦτο ἀφωρισμένοι. Ἐπειδὴ γὰρ καὶ τὸ ὄντως ἅγιον ἀφ ώρισται, καὶ τῶν βεβήλων κεχώρισται· καὶ τοὺς εἰς τιμωρίαν ἀφωρισμένους, ὡς ὑπ' αὐτοῦ τοῦ Θεοῦ τῶν ὅλων ἀφωρισμένους, ἡγιασμένους καλεῖ. Οὕτω καὶ τὴν θυσίαν καταχρηστικῶς ὠνόμασεν. Οὕτω καὶ τὸ ἀνάθημα διπλῆ[ν] ἔχει τὴν ἔννοιαν· οὐ γὰρ μόνον τὸ ἀνακείμενον τῷ Θεῷ, ἀλλὰ καὶ τὸ ἀλλοτριούμενον ἀνάθημα κέκληκε. ηʹ, θʹ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ θυσίας Κυρίου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύ ματα ἀλλότρια. Καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς, ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦν τας τὸν οἶκον τοῦ Θεοῦ αὑτῶν ἀσεβείας καὶ δόλου." Ἐπειδὴ ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ θεοσεβοῦς βασιλέως ἡ τῆς τιμωρίας ἐξεφέρετο ψῆφος, οὐκ ἦν δὲ τούτοις ὁ βασιλεὺς ὑπεύθυνος· οἱ δὲ ἐκείνου παῖδες καὶ ἔκγονοι παρανομίᾳ συζήσαντες ἔτισαν ποινὴν ὧν ἐτόλμησαν, εἰκότως οὐκ εἶπεν· Ἐκδικήσω ἐπὶ τὸν βασιλέα, ἀλλ' "ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ τοὺς ἄρχοντας." Ἐνδύματα δὲ ἀλλότρια, τινὲς μὲν τὰ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας ἔφασαν· τινὲς δὲ τὰ δι' ἄκραν ἀκολασίαν γενόμενα· καὶ ἄνδρες γὰρ παρανομίᾳ συζῶντες γυναικῶν ἐσθήματα περιβάλ λονται, καὶ γυναῖκες ὡσαύτως λαγνείᾳ συντεθραμμέ ναι, τὰ ἀνδρῶν ἀμφιέννυνται. Ἐμοὶ δὲ δοκεῖ καὶ ἕτερον ὁ λόγος αἰνίττεσθαι· ἀπαγορεύει γὰρ ὁ νόμος τὰ ἐκ λίνου καὶ ἐρίου συνυφασμένα ἐσθήματα· εἰκὸς δὲ ἦν, τοὺς ἐπὶ πλούτῳ βρενθυομένους, καὶ χλιδῇ προστετηκότας, τῶν γειτνιαζόντων ἐθνῶν τὴν ἐσθῆτα μιμήσασθαι, καὶ ἐκ τῶν ἁλουργῶν ἐρίων τοῖς λινοῖς χιτωνίσκοις πολύν τινα καὶ περίεργον κόσμον ἐπεμ βαλεῖν· ἐναντίον δὲ ἦν τοῦτο ἀντικρὺς τῇ θείᾳ νομο θεσίᾳ. Ἀπειλεῖ τοίνυν καὶ τούτοις, καὶ τοῖς σὺν ἀσεβείᾳ καὶ δόλῳ εἰς τὸν θεῖον εἰσιοῦσιν ναόν. Αἰ νίττεται δὲ διὰ τοῦ δόλου, ὡς πρόσχημα μὲν εἶχον τὴν εὐσέβειαν, λάθρα δὲ τὴν τῶν εἰδώλων ἠσπάζοντο θεραπείαν. ∆ιὰ ταύτας, φησὶν, ὑμῶν τὰς παρανομίας, ιʹ. "Ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀποκεντούντων ἀπὸ πύλης, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν." Τῶν γὰρ πολεμίων τὸ τεῖχος ῥη ξάντων, καὶ τὰς πύλας διανοιξάντων, μετὰ βοῆς καὶ 81.1844 κραυγῆς εἰς τὸ τοῦ ἱεροῦ καταφεύξεσθε τεῖχος· ἀλλ' ὅμως οὐδὲν ἧττον κἀκείνης τοῖς ἐναντίοις ἀνοιχθεί σης τῆς πύλης, οἰμωγῇ χρώμενοι κατακοντισθήσε σθε· κἄν τινες δὲ ἐξ ὑμῶν τὰς κορυφὰς τῶν ὀρῶν καταλάβωσιν, ἢ εἰς τὰς ὑψηλὰς ἀνέλθωσιν οἰκίας, τὸν αὐτὸν ὄλεθρον ὑποστήσονται. ιαʹ. "Θρηνεῖτε, οἱ κατοικοῦντες τὴν κατακεκομ μένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναὰν, ἐξωλοθρεύ θησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ." Κατακεκομ μένην τὴν Ἱερουσαλὴμ ἀπὸ τοῦ συμβεβηκότος προσηγόρευσε πάθους, καὶ θρηνεῖσθαι παρακελεύε ται τῶν οἰκητόρων ἔρημον γενομένην. Ἐπειδὴ γὰρ τῶν Χαναναίων ἐζήλωσαν τὴν ἀσέβειαν, τῶν Χανα ναίων τὴν πανωλεθρίαν ὑπέμειναν, καὶ οὐδὲν τῆς περιουσίας ἀπώναντο. ιβʹ. "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου." Οὐδεὶς, φησὶ, τῶν ὀφειλόντων δίκην διαφεύξεται τὴν τιμωρίαν, ἀλλὰ πάντας αὐτοὺς παραδώσω σφαγῇ. Τροπικῶς δὲ τοῦτο τέθεικεν, ἐκ μεταφορᾶς τῶν λύχνῳ κεχρημένων εἰς ἐπιζήτησίν τινων ἀπολωλότων, καὶ μὴ πρότερον ἀφισταμένων ἕως ἂν εὕρωσι. "Καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὑτῶν." Φυλάγματα τὰ νόμιμα λέγει, ἃ φυλάττειν ὁ νόμος παρεκελεύσατο. "Τοὺς λέγοντας ἐν ταῖς καρδίαις αὑτῶν· Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδὲ μὴ κακώσῃ." Ἐνταῦθα τῶν τὴν Πρόνοιαν ἐκβαλλόν των κατηγορεῖ, καὶ ὡς ἔτυχε φέρεσθαι τὰ πράγ ματα λέγειν τολμώντων· τὸν δὲ τῶν ὅλων Θεὸν μήτε εὐεργετεῖν, μήτε κολάζειν φασκόντων· οἷς ἁρπαγὴν ἀπειλεῖ, καὶ οἰκιῶν ἀφανισμὸν, καὶ πόνων ἀκαρπίαν. "Οἰκοδομήσουσι γὰρ, φησὶν, οἰκίας, καὶ οὐ μὴ κατοι κήσουσιν ἐν αὐταῖς· καὶ καταφυτεύσουσιν ἀμπελῶ νας, καὶ οὐ μὴ πίωσι τὸν