1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

98

οἶνον αὐτῶν." Καὶ ἵνα μὴ νομίσωσιν ἀναβολὴν ἔχειν τὴν τιμωρίαν, ἐπήγαγεν· ιδʹ. "Ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα." Μεγάλην δὲ αὐτὴν προσ ηγόρευσεν, οὐ μερικὴν φέρουσαν παιδείαν, ἀλλὰ παντελῆ τιμωρίαν· εἶτα σφοδρότερον τοῖς ἀκούου σιν ἐντιθεὶς τὸ δέος, περὶ αὐτῆς ἐκείνης διέξεισι τῆς ἡμέρας. ιεʹ, ιʹ. "Φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται δυνατή· ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νε φέλης καὶ ὁμίχλης. Ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς, καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς." Γωνίας ὑψηλὰς τοὺς πύργους λέγει, σάλπιγγας δὲ καὶ κραυγὴν τῶν πολεμίων τὴν ἔφοδον· σκότος δὲ καὶ γνόφον, καὶ νεφέλην καὶ ὁμίχλην, τὴν τῶν κακῶν ὠνόμασε προσβολήν· ὧν ἐπιόντων οὔτε ἥλιος φωτεινὸς τοῖς ὁρῶσιν, οὔτε ἡμέρα λαμπρὰ, ἀλλὰ πάντα ζόφου εἶναι ἔμπλεα δοκεῖ· καὶ τοῦτο διδάσκων ὁ Προφήτης ἐπήγαγε· ιζʹ. "Καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσον 81.1845 ται ὡς τυφλοί." Εἶτα τὴν αἰτίαν· "Ὅτι τῷ Κυρίω ἐξήμαρτον, καὶ ἐκχεῶ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν, ὡς βόλβιτα." Ἀντὶ τοῦ, οὐδὲ τῶν νενομισμένων ἀξιωθήσονται, οὐδὲ ταφῆς τεύξονται. ιηʹ. "Καὶ τὸ ἀργύριον, καὶ τὸ χρυσίον αὐτῶν, οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου, ὅτι ἐν πυρὶ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ· διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν." Ἀνόνη τος, φησὶν, ἔσται καὶ τοῖς πλουσίοις ὁ πλοῦτος· ἀπαλλαγῆς γὰρ τῶν κακῶν διὰ τῶν χρημάτων οὐ τεύξονται, ἀλλ' ὑπὸ τῆς θείας ὀργῆς οἷον ὑπό τινος πυρὸς καταναλωθήσονται, ἥτις σύντομον ἐποίσει τοῖς τήνδε τὴν γῆν κατοικοῦσι τὸν ὄλεθρον. Οὕτως ἀπειλήσας τὰ σκυθρωπὰ, μεταμελείας αὐτοῖς προσ φέρει παραίνεσιν.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ, βʹ. "Συνάχθητε, καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον. Πρὸ τοῦ γενέσθαι

ὑμᾶς ὡς ἄνθος παρα πορευόμενον ἡμέρας, πρὸ τοῦ ἐπελθεῖν ἐφ' ὑμᾶς ὀργὴν θυμοῦ Κυρίου." Τινὲς τὸ χωρίον μὴ νενοη κότες, τὸ συνδέθητε, συνδεήθητε τεθείκασι· τὰ δὲ πλεῖστα τῶν ἀντιγράφων, συνδέθητε ἔχει. Αἰνίττε ται δὲ ὁ λόγος τὴν διὰ φαρμάκων καὶ καταδέσμων ἴασιν τροπικῶς νοουμένην· τοῦτο γὰρ καὶ παρὰ τῷ θεσπεσίῳ Ἡσαΐᾳ εὑρίσκομεν· τὸ ἀνίατον γὰρ τῶν Ἰουδαϊκῶν ὑποδεικνὺς τραυμάτων βοᾷ· "Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους." Συνδέθητε τοίνυν, φησὶ, τοῖς τῆς μεταμελείας φαρμά κοις τε καὶ ἐπιδέσμοις, ὦ τῶν ἀγαθῶν ἀμαθεῖς καὶ ἀπαίδευτοι, καὶ προφθάσατε τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα μὴ ἄνθεσιν ἐαρινοῖς παραπλησίως διαῤῥεύσητε, τῆς θείας ὑμῖν ἐπερχομένης ὀργῆς. γʹ. "Ζητήσατε τὸν Κύριον, πάντες ταπεινοὶ γῆς." Ἀποβλέψατε, φησὶν, εἰς τὴν τῆς φύσεως εὐτέλειαν, καὶ εἰς τὸν χοῦν τὸν προπάτορα, καὶ τὸν πλάστην ἐπιζητήσατε τὸν τοσούτοις ὑμᾶς ἀγαθοῖς ἐπικλύ σαντα. Εἶτα καὶ τῆς τοῦ Θεοῦ ζητήσεως τὸν τρόπον διδάσκει. "Κρῖμα ἐργάζεσθε, καὶ ζητήσατε δικαιο σύνην· ζητήσατε πραότητα καὶ ἀποκρίνασθε αὐτά." Ὀρθότητος, φησὶ, καὶ δικαιοσύνης ἀντέχεσθε, καὶ τὸν ἐπιεικῆ καὶ μέτριον ἀσπάζεσθε βίον· καὶ σύνθε σθε διὰ τέλους ταῦτα διώκειν. Τοῦτο γὰρ σημαίνει, "Καὶ ἀποκρίνασθε αὐτά." Εἶτα τούτων ἀποδείκνυσι τὸν καρπόν. "Ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. (δʹ.) ∆ιότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμὸν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσε ται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται." Ὑμεῖς γὰρ εἰ τῇ προῤῥηθείσῃ χρήσησθε μετανοίᾳ, τῆς σωτηρίας ἀπολαύσεσθε, αἱ δὲ ἀλλόφυλοι πόλεις τὰ προλεχθέντα πείσονται. 81.1848 εʹ, ʹ. "Οὐαὶ, οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν! λόγος Κυρίου ἐφ' ὑμᾶς, Χαναὰν, γῆ Ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας. Καὶ ἔσται Κρήτη νομὴ ποιμνίων, καὶ μάνδρα προβάτων." Σχοίνισμα τῆς θαλάσσης τὴν παραλίαν καλεῖ· σχοίνισμα γὰρ ὁ κλῆρος ὑπὸ τῆς θείας καλεῖται Γραφῆς, παρὰ τὸ σχοινίῳ