1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

99

μετρεῖσθαι τὴν γῆν, καὶ ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμεσθαι. Ἐπειδὴ τοίνυν καὶ τοὺς Ἀλλοφύλους, ἐκ τοῦ Χαναὰν τὸ γένος κατάγοντας, ἐν τῇ παραλίῳ κατέλιπεν ὁ Θεὸς, οἷόν τινα κλῆρον ταύτην αὐτοῖς ἀπονείμας τὴν γῆν, σχοίνισμα θαλάσσης αὐτοὺς προσηγόρευσε. Παροίκους δὲ Κρητῶν ἀντὶ τοῦ ἀποίκους τέθεικεν. Ὡς ἐν παραθαλασσίοις γὰρ πόλεσιν, εἰκός τινας ἀπὸ Κρήτης ἀφικέσθαι, καὶ κατοικῆσαι. Καὶ Χαναὰν τοίνυν, καὶ σχοίνισμα θαλάσσης, καὶ Κρήτην, καὶ παροίκους Κρητῶν, τὰ παραθαλάσσια τῆς Πα λαιστίνης ὠνόμασε χωρία, οἷς ἐρημίαν ἠπείλησε. ζʹ. "Καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπ' αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος· δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπισκέπτεται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμ αλωσίαν αὐτῶν." Ταῦτα μετὰ τὴν ἐπάνοδον πέρατος ἔτυχεν. Εὑρίσκομεν γὰρ καὶ ἐν τοῖς Μακκαβαϊκοῖς, καὶ Ἰωνάθην, καὶ Σίμωνα, καὶ Γάζης, καὶ Ἀσκάλωνος, καὶ Πτολεμαΐδος περιγενομένους, καὶ ὑπὸ τὴν οἰκείαν αὐτὰς ἡγεμονίαν πεποιηκότας. Τὸ δὲ ἀκρι βὲς καὶ ἀναντίῤῥητον τέλος τῆς προφητείας ἔστιν ἰδεῖν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν καὶ τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα. Οὗτοι γὰρ ἐξ Ἰου δαίων ὁρμώμενοι, δείλης ἐν ταύταις κατέλυσαν ταῖς πόλεσι· τουτέστι. πρὸ τῆς ἑσπέρας τῆς συντελείας, τοῦ Θεοῦ τῶν ὅλων ἐπισκεψαμένου τὰ ἔθνη, καὶ τῆς πικρᾶς αὐτὰ δουλείας τε καὶ αἰχμαλωσίας ἐλευθε ρώσαντος. Ἐντεῦθεν κατὰ Μωαβιτῶν καὶ Ἀμμανιτῶν ἐκφέρει τὴν ψῆφον· οὗτοι γὰρ συγγενεῖς ὄντες τοῦ Ἰσραὴλ, καὶ ἐκ τοῦ Λὼτ τὸ γένος κατάγοντες, ἐφ ήδοντό τε ταῖς συμφοραῖς, καὶ βλασφημίαις κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐχρῶντο, ὡς μηδεμιᾶς Ἰουδαίοις παρ' αὐτοῦ βοηθείας παρασχεθείσης. ∆ιό φησιν ὁ Θεός· ηʹ-ιʹ. "Ἤκουσα ὀνειδισμοὺς Μωὰβ, καὶ κονδυλι σμοὺς υἱῶν Ἀμμὼν, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου, καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. ∆ιὰ τοῦτο, Ζῶ ἐγὼ, λέγει Κύριος τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσ ραὴλ, ὅτι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμ μὼν ὡς Γόμοῤῥα, καὶ ∆αμασκὸς ἐκλελικμημένη, ὡς θημωνία ἅλωνος, καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐ τούς. Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν· διότι ὠνείδισαν, καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν λαὸν Κυ ρίου παντοκράτορος." Βασιλέας εἶχον καὶ Μωαβῖται, καὶ Ἀμμανῖται, καὶ ἡ ∆αμασκὸς πάσης ἐβασίλευσε 81.1849 τῆς Συρίας· ἀλλὰ ταύτας ἁπάσας κατέλυσαν Βαβυ λώνιοι· μόνοις δὲ Ἰουδαίοις ὁ τῶν ὅλων Θεὸς διὰ Κύρου τοῦ Πέρσου τὴν ἐπάνοδον ἐδωρήσατο. Καὶ ἀνήνθησαν πάλιν, καὶ ἀνεκτήσαντο τὴν προτέραν ἡγεμονίαν, καὶ δέος ἅπασι τούτοις παρεῖχον τοῖς ἔθνεσι· καὶ αὐτοὶ μὲν τὰ ἐκείνων ἐνέμοντο, ἐκεῖνοι δὲ τούτοις ἀντιτείνειν οὐκ ἴσχυον. Οὗ χάριν ὁ θεῖος προαγορεύει λόγος, Μωαβίτας μὲν καὶ Ἀμμανίτας ἐρημίᾳ παντελεῖ παραδοθήσεσθαι, τὴν δὲ ∆αμασκὸν θημωνίᾳ ἅλωνος λελικμημένῃ παραβληθήσεσθαι. Ταῦτα δὲ ὑπέμειναν ἐν τῇ τῶν Χαλδαίων ἐφόδῳ. Ἀφανισθῆναι δὲ εἰς τὸν αἰῶνα λέγει τὴν ∆αμασκὸν, διὰ τὸ ἐξ ἐκείνου, καὶ εἰς τὸν ἔπειτα χρόνον, ἀπολέ σαι αὐτὴν τῆς βασιλείας τὴν δυναστείαν, καὶ μηκέτι κρατῆσαι τῶν ὑπηκόων ἐθνῶν, ἀλλ' ὑπόφορον γενέ σθαι τῶν βεβασιλευκότων Βαβυλωνίων, Περσῶν τε καὶ Μακεδόνων, καὶ ἐπὶ τοῦ παρόντος Ῥωμαίων. Ἀλλ' ὅμως κἀνταῦθα τὸ ἀκριβὲς τέλος ἡ προφητεία διὰ τῶν ἱερῶν ἔλαβεν ἀποστόλων, καὶ τῶν ἐκείνους διαδεξαμένων ἁγίων· τούτους γὰρ καὶ ὁ θεῖος Ἀπό στολος κατάλειμμα προσηγόρευσε. Τεθεικὼς γὰρ τὴν προφητείαν, τὴν διαῤῥήδην βοῶσαν, "Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσ σης, τὸ κατάλειμμα σωθήσεται," ἑρμηνεύει λέγων· "Οὕτως καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονε." Τοῦτο καὶ ὁ ∆εσπότης διὰ τοῦ μακαρίου Σοφονίου φησί· "Καὶ οἱ κατάλοιποι ἔθ νους μου κληρονομήσουσιν αὐτούς." Εἶτα σαφέστε ρον ἑρμηνεύει· ιαʹ. "Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ, πᾶσαι αἱ νῆσοι τῶν