1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

100

ἐθνῶν." Ταῦτα οὐδὲ τὴν ἀναίσχυντον Ἰουδαίων ἀντίῤῥησιν δέχεται. Εἰ γὰρ λέγοιεν, ὅτι μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπ άνοδον πολλοὶ τῶν ἐθνῶν, εἰς τὸν τῶν ὅλων πεπι στευκότες Θεὸν, εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν τὴν νομικὴν ἐπετέλουν λατρείαν, ψευδηγοροῦντες σαφῶς ἐλεγχθήσονται· ὁ γὰρ προφητικὸς λόγος φησὶν, ὅτι "Προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ." Τοῦτο δὲ οὐ κατὰ νόμον, ἀλλὰ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν γεγένηται· ὁ μὲν γὰρ νόμος πάντας εἰς τὸν ἕνα ἐκεῖνον συνῆγε νεών· ὁ δὲ Κύριος ἐν τοῖς Εὐαγγελίοις τῇ Σαμαρείτιδί φησιν· "Ἀμὴν, ἀμὴν λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν Ἱερο σολύμοις, οὔτε ἐν τῷ τόπῳ τούτῳ, ἀλλ' ἐν παντὶ τόπῳ προσκυνήσουσι τῷ Πατρί." Τοῦτο καὶ ὁ θε σπέσιος Σοφονίας βοᾷ· "Ἐπιφανήσεται Κύριος ἐπ' αὐτούς·" τουτέστι, τοὺς προῤῥηθέντας ἅπαντας, Ἀλλοφύλους, Παλαιστινοὺς, Μωαβίτας, Ἀμμανίτας, ∆αμασκηνοὺς, καὶ τὰ ἄλλα πάντα ἔθνη. "Καὶ ἐξολο 81.1852 θρεύσει ἅπαντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν." Οὐ γὰρ μόνον αἱ ἐν τῇ ἠπείρῳ πόλεις, οὐδὲ αἱ παραθαλάσσιοι, ἀλλὰ καὶ αἱ ἐν τῷ πελάγει διακείμεναι. Τούτοις ἐπάγει· ιβʹ. "Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μου ἐστέ." Σημαίνει δὲ ὁ λόγος καὶ τῶν δαιμόνων τὸ στῖφος καταλυθὲν τῇ τοῦ σωτηρίου σταυροῦ προσ βολῇ· καὶ τοὺς μέλανας τὴν ψυχὴν, καὶ ἀντιθέους ἀνθρώπους, τῇ θείᾳ τρωθέντας πληγῇ. Οὕτω περὶ τῆς τῶν ἐθνῶν προθεσπίσας σωτηρίας, ἐπὶ τὴν τῆς ἱστορίας ἀκολουθίαν μεταφέρει τὸν λόγον, καὶ τοῖς Ἀσσυρίοις τὸν ὄλεθρον ἀπειλεῖ· οὐδέπω γὰρ ἡ Νι νευῒ τὴν τιμωρίαν ἐδέδεκτο. ιγʹ, ιδʹ. "Καὶ ἐκτενεῖ τὴν χεῖρα αὑτοῦ ἐπὶ βοῤ ῥᾶν, καὶ ἀπολεῖ τὸν Ἀσσύριον, καὶ θήσει τὴν Νινευῒ εἰς ἀφανισμὸν ἄνυδρον, ὡς ἔρημον. Νεμήσε ται ἐν μέσῳ αὐτῆς ποίμνια, καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώ μασιν αὐτῆς κοιτασθήσονται· καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, καὶ κόρακες ἐν τοῖς πυ λῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς." Ἐρημίας ἅπαντα τὰ προειρημένα σημεῖα, ποιμνίων νομαὶ, καὶ θηρίων διαφόρων οἰκήσεις, καὶ κοράκων νεοττιαί. Ἀλλὰ ταῦτα πάντα, φησὶ, πείσεται διὰ τὴν τῆς ψυχῆς ἀλαζονείαν. Κέδρῳ γὰρ ἐῴκει τὸ ὑψηλὸν αὐτῆς φρόνημα. Εἶτα τοῦτο σαφέστερον διηγούμενος ὁ Προφήτης ἐπάγει· ιεʹ. "Αὕτη ἡ πόλις ἡ φαυλίστρια." Ἀντὶ τοῦ, ἡ πᾶσαν πόλιν καὶ βασιλείαν εὐτελῆ καὶ σμικρὰν ἡγου μένη. "Ἡ κατοικοῦσα ἐπ' ἐλπίδι." Ἡ μηδὲν σκυθρωπὸν ὑπομεῖναί ποτε δοκήσασα. "Ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὑτῆς· Ἐγώ εἰμι, καὶ οὐκ ἔστι μετ' ἐμὲ ἔτι." Εἶτα κατ' εἰρωνείαν ἐπιτωθάζων, "Πῶς ἐγέ νετο, φησὶν, εἰς ἀφανισμὸν νομὴ θηρίων;" Καὶ τὰ ἐξ ἔθους συμβαίνοντα· "Πᾶς ὁ παραπορευόμε νος δι' αὐτῆς συριεῖ, καὶ κινήσει τὰς χεῖρας αὑ τοῦ." Εἰώθασι γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἐπὶ τοῖς παρ' ἐλπίδα γινομένοις ἀνιαροῖς καὶ συρίττειν, καὶ τὰς χεῖρας κινεῖν. Οὕτω περὶ τῆς Νινευῒ προ αγορεύσας, πρὸς τὴν Ἱερουσαλὴμ τρέπει τὸν λόγον.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. Ὢ ἐπιφανὴς καὶ λελυτρωμένη πόλις, ἡ περι στερά." Θρήνων ἀληθῶς ἀξία

καὶ ὀδυρμῶν ἡ πό λις, ἐπίσημος μὲν ἐν εὐπραγίᾳ γενομένη καὶ πολυ θρύλλητος· σωτηρίας δὲ παρὰ τοῦ Θεοῦ τῶν ὅλων πολλάκις τυχοῦσα, καὶ πνευματικῶν ἀπολαύσασα χαρισμάτων. Ἢ τοῦτο γὰρ διὰ τῆς περιστερᾶς αἰ νίξασθαι τὸν προφήτην ὑπολαμβάνω, ἢ τὴν εὐπρέ πειαν καὶ τὸ κάλλος τῆς πόλεως· εὐπρεπὲς γὰρ καὶ τόδε τὸ ζῶον. Εἰκὸς δὲ καὶ τοῦτο παραδηλῶσαι, ὅτι Καθάπερ ἡ περιστερὰ ταῖς ἀφωρισμέναις οἰκίαις ἐμ φιλοχωρεῖ, οὕτως ἡνίκα ηὐσεβεῖτε, οἱ ἐν τῇ Ἱερου 81.1853 σαλὴμ, τῷ ἀφιερωμένῳ μοι προσηδρεύετε νεῷ. Εἶτα διηγεῖται τὰ πλημμελήματα, καὶ πρώτην τὴν παρακοήν. βʹ. "Οὐκ εἰσήκουσε γὰρ φωνῆς." Εἶτα τὸ ἀπαί δευτον· "Οὐδὲ ἐδέξατο παιδείαν." Πρὸς τούτοις τὸ ἄπιστον· "Ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθησε, καὶ πρὸς τὸν Θεὸν αὑτῆς οὐκ ἤγγισεν." Ἔπειτα τῶν ἀρχόντων τὸ θηριῶδες καὶ ἄδικον·