1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

101

γʹ. "Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ, ὡς λέοντες ὠρυόμενοι." Καὶ τῶν κριτῶν τὸ παράνομόν τε καὶ βίαιον· "Οἱ κριταὶ αὐτῆς, ὡς λύκοι τῆς Ἀραβίας· οὐχ ὑπελίποντο εἰς τὸ πρωΐ." Τῶν μάντεων τὸ ψευ δές τε καὶ ἄθεον· δʹ. "Οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί." Προφήτας γὰρ τοὺς ψευδοπροφή τας καλεῖ. Εἶτα καὶ τῶν ἱερέων τὸ δυσσεβὲς καὶ ἀνόσιον· "Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια, καὶ ἀσεβοῦσιν εἰς τὸν νόμον." Ἀλλὰ καὶ τούτων ἁπάν των, φησὶν, ἐν αὐτῇ τολμωμένων, εʹ. "Ὁ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς, καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ, πρωῒ δώσει κρῖμα αὑτοῦ εἰς φῶς, καὶ οὐκ ἀπεκρύβη, καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει, καὶ οὐκ εἰς νῖκος ἀδικίαν." Ταχί στην, φησὶν, ἐποίσει τὴν τιμωρίαν τοῖς τοσαῦτα τε τολμηκόσι κακά· διὰ γὰρ τοῦ πρωῒ, πρωῒ, τὸ τάχος παρεδήλωσε· τὸ δὲ εἰς φῶς, ἀντὶ τοῦ, προφανῶς, καὶ οὐ λάθρα. Ταῦτα δὲ ποιήσει, φησὶ, καταλύων τῆς ἀδικίας τὸ θράσος, καὶ οὐκ ἐῶν αὐτὴν μέχρι τέλους κρατεῖν. ʹ. Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους· ὤφθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μὴ ὑπάρχειν, μηδὲ κατοι κεῖν." Ὥσπερ τὰς οἰκοδομίας αἱ γωνίαι συνδοῦσιν, οὕτω τὰς δυναστείας ὑπερείδουσιν εὐπραξίαι. ∆ια φθορᾷ τοίνυν τοὺς ὑπερηφανίᾳ συζῶντας παραδιδοὺς, εἰς ἔδαφος αὐτῶν κατασπάσω τὸ ὕψος, ὥστε μηδὲ τὴν μνήμην αὐτῶν εἰς τοὺς ἐσομένους παραπεμφθῆ ναι, καὶ τὰς πόλεις δὲ αὐτῶν ἐρημίᾳ παντελεῖ παρα δώσω. Οὕτως ἀπειλήσας ὁ φιλάνθρωπος, πάλιν παρ αινεῖ, καὶ συμβουλεύει δεῖσαι τὰ εἰρημένα, καὶ τὴν προσήκουσαν δέξασθαι διδασκαλίαν· φυγεῖν τῶν ἠπειλημένων τὸν ὄλεθρον, ὃν ἡ παρανομία γεγέννηκε· μὴ μελλῆσαι, μηδὲ ἀναβαλέσθαι, ἀλλὰ ταχέως προσ ενεγκεῖν τὴν μετάνοιαν. "Ἑτοιμάζου γὰρ, φησὶν, ὄρθρισον." Τουτέστι, Κατὰ τάχος τὰ τῆς μεταμε λείας ἐπίδειξαι. "∆ιέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐ τῶν." Μὴ δείσῃς, φησὶ, τοὺς Ἀσσυρίους, ὧν τὸ πλῆθος πρὸ τῶν σῶν πυλῶν κατηκόντισα· καὶ γὰρ τὴν ἐπιφυλλίδα αὐτῶν, καὶ τοὺς ἐκείνην διαφυγόν τας τὴν τιμωρίαν, παραδώσω Βαβυλωνίοις. ηʹ. "∆ιὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, ἐν ἡμέρᾳ ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι 81.1856 βασιλεῖς, τοῦ ἐκχέαι ἐπ' αὐτοὺς τὴν ὀργὴν θυμοῦ μου, διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ." Μὴ νομίσῃς με, φησὶν, ἀμελεῖν τῶν ἀνθρω πείων πραγμάτων, ἀλλ' ἀνάμεινον, καὶ ὄψει με διανιστάμενον, καὶ κρίνοντα δικαίως, καὶ τὰς ἀδί κους καταλύοντα βασιλείας, καὶ οἷόν τινι πυρὶ τῷ ζήλῳ μου πᾶσαν ἐκκαθαίροντα τὴν οἰκουμένην. Καὶ τοῦτο σαφέστερον ἑρμηνεύων, ἐπήγαγεν· θʹ. "Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰς αὐτῶν, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα." Τοῦτο σαφέστερον Ἀκύλας, καὶ Θεοδοτίων, καὶ Σύμμαχος ἡρμηνεύκασιν. Ὁ μὲν γὰρ Ἀκύλας καὶ Θεοδοτίων φασί· "Τότε στρέψω πρὸς πάντας τοὺς λαοὺς χεῖλος ἐξειλεγμένον·" ὁ δὲ Σύμμαχος· "Τότε μετα στρέψω ἐν τοῖς λαοῖς χεῖλος καθαρόν·" καθαρὸν δὲ χεῖλος, τὸ μὴ θεοὺς, ἀλλὰ Θεὸν ὀνομάζον. Τοιαῦτα καὶ διὰ Ἡσαΐου εἴρηκεν ὁ Θεός· "Αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην." Καὶ πάλιν· "Τρανὴ ἔσται γλῶσσα μογιλάλων." Τὰς γλώσσας τοίνυν ἐκείνας, τὰς τὴν πολυθεΐαν πεπαιδευμένας, με ταστρέψει, καὶ ἐκλεκτὰς ποιήσει, καὶ καθαράς· ὥστε "Πάντας ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, καὶ δου λεύειν αὐτῷ ἅπαντα τὰ ἔθνη ὑπὸ ζυγὸν ἕνα." Καὶ μέντοι καὶ τοὺς ιʹ. "Ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι, τοὺς ἱκετεύοντάς με· υἱοὶ τῶν διεσπαρμένων οἴσουσι θυσίας μοι." Οἱ γὰρ τὰς ἐσχατιὰς οἰκοῦντες, τῶν διασπαρέντων ὑπ' ἐμοῦ κηρύκων τὴν διδασκα λίαν δεξάμενοι, τὴν τῆς αἰνέσεώς μοι θυσίαν προσ οίσουσιν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Πέραθεν ποταμῶν Αἰθιοπίας ἱκετεύοντά με τέκνα τῶν διεσκορπισμένων ὑπ' ἐμοῦ ἐνέγκωσι δῶρον ἐμοί." Οἱ τέκνα γενόμενοι τῶν ὑπ' ἐμοῦ σκεδα σθέντων εἰς πάντα τὰ ἔθνη τῆς εὐσεβείας κηρύκων, τὰ πνευματικά μοι δῶρα προσκομιοῦσιν. ιαʹ. "Ἐν τῇ ἡμέρᾳ