1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

102

ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμὲ, ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι οὐ μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου." Τούτων γιγνομένων, καὶ τῶν ἐθνῶν τῆς σωτηρίας ἀπολαυόν των, καὶ ὑμεῖς οἱ τὴν Ἱερουσαλὴμ οἰκοῦντες, τὴν διὰ πίστεως δεχόμενοι σωτηρίαν, τῆς μὲν προτέρας ἀπαλλαγήσεσθε δυσσεβείας, οὐκέτι δὲ καταφρονήσετε τῶν ἐμῶν ἐντολῶν, οὐδὲ ἐπὶ τῷ παλαιῷ νεῷ μέγα φρονήσετε. Καὶ ἐπειδὴ οὐ πάντες ἔμελλον τῇ εὐαγ γελικῇ προσέξειν διδασκαλίᾳ, καὶ τοῦτο διαῤῥήδην προλέγει· ιβʹ, ιγʹ. "Καὶ ὑπολήψομαι ἐν σοὶ λαὸν πρᾶον, καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν, καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ 81.1857 εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται. καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς." Καὶ ταῦτα τὸν ἀπο στολικὸν ἡμῖν σαφῶς χορὸν ὑποδείκνυσιν, ὃν ὁ ∆ε σπότης μακαρίζων ἔλεγε· "Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν." Καὶ πάλιν· "Μά θετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρ δίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Τοῦτον ὁ μακάριος Σοφονίας τὸν λαὸν πρᾶον καὶ τα πεινὸν ἀποκαλεῖ· ὁ γὰρ Ἰσραηλιτικὸς οὐ τοιοῦτος, ἀλλὰ λαὸς μωρὸς, καὶ οὐχὶ σοφός. Καὶ κατ' ἄλλον προφήτην· "Νεῦρον σιδηροῦν ὁ τράχηλος αὐτοῦ, καὶ τὸ μέτωπον αὐτοῦ χαλκοῦν." Τούτους ἀδικίας ἐλευθέρους ἀποκαλεῖ, δόλου γλῶσσαν ἀπηλλαγμέ νην ἔχοντας. Τοιοῦτον τοίνυν δεξαμένη λαὸν, ἀντὶ τοῦ μοχθηροῦ, καὶ θρασέως, καὶ δυσσεβοῦς, ιδʹ. "Χαῖρε, θύγατερ Σιὼν, σφόδρα· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· εὐφραίνου καὶ εὐτέρπου ἐξ ὅλης καρδίας σου, θύγατερ Ἱερουσαλήμ." Τῶν τε γὰρ εἰδώλων ὁ Θεός σε καθαρὰν ἀπέφηνε, καὶ τῆς τῶν δηλητηρίων δαιμόνων ἠλευθέρωσε δου λείας. ιʹ-ιηʹ. "Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ, δυνατὸς σώσει σε· ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὑτοῦ, καὶ εὐφρανθήσεται ἐν σοὶ, ἐν τέρψει, ὡς ἐν ἡμέρᾳ ἑορτῆς, καὶ συνάξω τοὺς συντετριμμένους σου." Οἶδα μὲν, ὡς ταῦτά τινες εἰς τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, καὶ τῆς Ἱε ρουσαλὴμ τὴν ἀνανέωσιν ἐξειλήφασι, καὶ οὐκ ἀντι λέγω τοῖς εἰρημένοις· ἁρμόττει γὰρ καὶ τοῖς τηνι κάδε γεγενημένοις ἡ προφητεία· ἀκριβῆ δὲ τὴν ἔκβασιν ἔστιν εὑρεῖν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν· τότε γὰρ τοὺς συντετριμμένους τὴν καρδίαν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας ἰάσατο· τότε ἀνεκαίνισε τῶν ἀνθρώπων τὴν φύσιν, οὕτως ἡμᾶς ἀγαπήσας, ὡς καὶ τὴν ψυχὴν αὑτοῦ δοῦναι ὑπὲρ ἡμῶν. "Μείζονα γὰρ, φησὶ, ταύτης ἀγάπην οὐδεὶς δύναται δεῖξαι ἵνα τις θῇ τὴν ψυχὴν αὑ τοῦ ὑπὲρ τῶν φίλων αὑτοῦ." Καὶ πάλιν· "Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Εἶτα ἀπειλεῖ καὶ τοῖς τότε τὴν Ἱερουσαλὴμ ὀνειδίσασι, καὶ τοῖς μετὰ ταῦτα κατὰ τῶν κηρύκων τῆς ἀληθείας ταυτὸ τοῦτο τολμῶσι· διπλῆ γὰρ ἡ προφητεία. "Οὐαί! τίς ἔλαβεν ἐπ' αὐτὴν ὀνειδισμόν; (ιθʹ, κʹ.) Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν ἐμοῦ, λέγει Κύριος, ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα, καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ· καὶ οὐ καταισχυνθήσονται. Ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν 81.1860 καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς, καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος." Ἡ τῶν ἀνθρώπων σωτηρία μόνης ἤρτηται τῆς θείας φιλανθρωπίας· οὔτε γὰρ μισθὸν δικαιοσύνης ταύτην καρπούμεθα, ἀλλὰ τῆς θείας ἐστὶν ἀγαθότητος δῶρον· διό φησι ∆εσπότης· Ἕνεκεν ἐμοῦ καὶ σώσω καὶ δέξομαι, καὶ τὴν ἀλλοτρίαν γεγενημένην προσοι κειώσομαι, καὶ περίβλεπτον αὐτὴν ἀποφανῶ, καὶ ἀοίδιμον αὐτὴν παρὰ πᾶσιν ἐργάσομαι, καὶ τῆς προ τέρας αἰσχύνης ἐλευθερώσω, καὶ ἀντ' αἰχμαλώτων καὶ