107
κράτωρ." Ἐνταῦθα τοῦ Ἰησοῦ οὐκ ἐμνημόνευσεν, ἀλλὰ μόνου τοῦ Ζοροβάβελ, ἐπειδὴ περὶ πολέμων καὶ στρατηγίας ἐποιεῖτο τοὺς λόγους, οὗτος δὲ μόνος τῆς στρατηγίας ἐφρόντιζε. Λέγει τοίνυν ὅτι κατ' ἐκείνην τὴν ἡμέραν, τῶν ἐθνῶν ἐκείνων ἀναιρε θέντων, σὲ τὸν Ζοροβάβελ, ὃν εἰς δουλείαν καὶ θεραπείαν ἐξελεξάμην ἐμὴν, περιφανῆ ποιήσω καὶ περίβλεπτον, καὶ διὰ σοῦ τῷ λαῷ παρέξω πᾶσαν ἀσφάλειαν, οἷόν τινι σφραγῖδί σοι κεχρημένος· ἡ γὰρ σφραγὶς καὶ θύραις ἐπιτιθεμένη, καὶ κιβωτίοις, πορίζει πᾶσαν τοῖς ἐναποκειμένοις ἀσφάλειαν. Ἡ μὲν οὖν ἑρμηνεία τῆς προφητείας τὸ τέλος ἐδέξατο. Ἐγὼ δὲ τὴν Ἀπολλιναρίου θαυμάζω παράνοιαν, ὃς τοῖς οὕτω σαφῶς τεθεσπισμένοις ἐναντίαν διάνοιαν ἐπενεγκεῖν ἐπεχείρησε, φήσας τοῦ Γὼγ καὶ τοῦ Μα γὼγ τὴν στρατείαν οὐδέπω γενέσθαι, ἀλλὰ περὶ τὴν τοῦδε τοῦ αἰῶνος συντέλειαν ἔσεσθαι. Καὶ οὐ προσ έσχεν ὁ σοφώτατος τῇ τῆς προφητείας ἀκολουθίᾳ· ὅτι μετὰ τὴν πρόῤῥησιν τῆς ἐκείνων σφαγῆς εὐθὺς ἐπ ήγαγεν ὁ προφήτης· "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν δοῦλόν μου, λέγει Κύριος," καὶ τὰ ἑξῆς. Εἰ μὲν οὖν καὶ ἄλλον τινὰ Ζοροβάβελ ἐν ταῖς οἰκείαις ἀναπλάτ τει μυθολογίαις κατ' ἐκεῖνον ἐσόμενον τὸν καιρὸν, τέλειον ἡμῖν ἀναπλάσει τὸν μῦθον· εἰ δὲ οὗτος μόνος ἐστὶ Ζοροβάβελ, ὁ μετὰ τὴν ἐπάνοδον τοῦ λαοῦ προ στατεύσας, ἐπὶ τούτου καὶ ὁ τῶν ἐθνῶν ἐκείνων κα ταναλώθη στρατὸς, καὶ μετὰ τὸν ἐκείνου ὄλεθρον ἐπίσημος ὁ Ζοροβάβελ ἐγένετο, καὶ περίβλεπτος. Ἔδει δὲ αὐτὸν καὶ τοῦτο συνιδεῖν, ὅτι καὶ διὰ πενίαν τῆς οἰκοδομίας τὴν ἀναβολὴν σκεπτομένοις ὑπ έσχετο τῶν ὅλων ὁ Κύριος ταῦτα συνάξειν τὰ ἔθνη, καὶ τὴν τούτων εὐπορίαν εἰς τὰ τῆς οἰκοδομίας δα πανήματα χορηγήσειν. ∆ιὸ καὶ ἐπήγαγεν· "Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ μεγάλη ἔσται ἡ 81.1873 δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην." Ἀλλὰ τοῦτον ληρεῖν καταλιπόντες, ἡμεῖς τῆς ἀλη θείας ἐχώμεθα, καὶ τὸν φιλάνθρωπον ἡμῶν ἱκετεύ σωμεν ∆εσπότην, δοῦναι καὶ ἡμῖν εἰρήνην, καὶ εἰ ρήνην ψυχῆς· ἵν' ἐν πᾶσιν αὐτὸν θεραπεύοντες, καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύοντες, διαφύγωμεν τὰς τῶν ἀοράτων πολεμίων ἐπιβουλὰς, κατὰ δὲ τοὺς θείους αὐτοῦ πολιτευσάμενοι νόμους, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ.
ΥΠΟΘΕΣΙΣ. Σφόδρα πάλαι προμηθούμενος Ἰουδαίων ὁ τῶν ὅλων Θεὸς, οὐχ ἕνα προφήτην αὐτοῖς, ἀλλὰ καὶ δύο καὶ τρεῖς, πολλάκις δὲ καὶ πλείους ἐφίστη, τά τε προσ ήκοντα παιδεύοντας, καὶ τὰ ἔσεσθαι μέλλοντα προ θεσπίζοντας. Οὕτω τοῦ θεσπεσίου προφητεύοντος Ἡσαΐου, κατὰ ταὐτὸν προηγόρευον τὰ ἐσόμενα Ὠσηὲ, καὶ Ἰωὴλ, καὶ Ἀμὼς, καὶ Μιχαίας οἱ μακάριοι. Ῥᾴδιον δὲ τοῖς βουλομένοις ἐξ αὐτῶν τῶν προ φητειῶν τοὺς χρόνους καταμαθεῖν. Οὕτω καὶ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, καὶ διὰ τοῦ θειοτάτου Ἀγγαίου τὸ δέον αὐτοὺς ἐξεπαίδευσεν ὁ ∆εσπότης, καὶ διὰ τοῦ θεσπεσίου Ζαχαρίου τό τε πρακτέον ἐδί δασκε, καὶ τὰ ἐσόμενα προεθέσπιζε σκυθρωπὰ καὶ θυμήρη, τὰ μὲν εἴκουσι τοῖς λεγομένοις, τὰ δὲ ἀντι λέγουσιν. Ὑποδείκνυσι δὲ αὐτῷ καὶ πραγμάτων τινῶν εἰκόνας καὶ τύπους, ἵνα πιστοτέρους ἀποφήνῃ τῇ θεωρίᾳ τοὺς λόγους. Προλέγει δὲ καὶ δι' αὐτοῦ, καὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν παρουσίαν, καὶ τὴν πραότητος αὐτοῦ γέμουσαν βασιλείαν, καὶ τὴν Ἰουδαίων μανίαν, καὶ τὸ σωτήριον πάθος, τὸ τῶν 81.1876 ἡμετέρων ἁμαρτημάτων