1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

108

ἀλεξίκακον φάρμακον, καὶ τὰ συμβάντα Ἰουδαίοις ἐκ τῆς λύττης ἐκείνης κακά. Καὶ ἵνα μὴ σφόδρα τὴν ὑπόθεσιν μηκύνας, ἀποκναίσω τινὰς τῶν ἐντευξομένων τοῖσδε τοῖς ὑπομνήμασιν, ἐπ' αὐτὴν ἥξω λοιπὸν τῶν ῥητῶν τὴν σαφήνειαν.

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. "Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου, ἐπὶ ∆α ρείου, ἐγένετο λόγος Κυρίου

πρὸς Ζαχαρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ, τὸν προφήτην, λέγων." Ἐν ἑνὶ μὲν ἔτει καὶ ὁ θειότατος Ἀγγαῖος, καὶ ὁ θεσπέσιος Ζαχαρίας, ἤρξαντο τῆς προφητείας· ἀλλ' ἐκεῖνος μὲν ἐν τῷ ἕκτῳ μηνὶ, οὗτος δὲ ἐν τῷ ὀγδόῳ· ὡς εἶναι δῆλον, ὅτι δύο μησὶν ἐκεῖνος τού του κατὰ τὴν προφητείαν πρεσβύτερος. Μνημονεύ ουσι δὲ τῶν χρόνων, ἵνα καὶ τῆς ἐπανόδου δηλώσωσι τὸν καιρὸν, καὶ σαφῶς ἡμᾶς διδάξωσι, ὡς τηνικάδε βασιλεὺς Ἑβραῖος οὐκ ἐβασίλευσε. Πρὸς δὲ τούτοις καὶ τῶν πρὸ τῆς αἰχμαλωσίας προτεθεσπικότων προ φητῶν ὑποδεικνύουσι τὴν ἀλήθειαν· προειρήκεισαν γὰρ ἐκεῖνοι, οὐ τὴν πολιορκίαν μόνην τῆς Ἱερουσα λὴμ, καὶ τὴν πόρθησιν, καὶ τὸν ἀνδραποδισμὸν, ἀλλὰ καὶ τῆς αἰχμαλωσίας τὸν χρόνον, καὶ τὴν ἀπὸ Βα βυλῶνος ἐπάνοδον. Ἐπειδὴ τοίνυν πέρας ἔλαβεν ἅπαντα, καὶ ὁ καταψηφισθεὶς αὐτῶν ἀναλώθη χρόνος, καὶ κατὰ τὰς προῤῥήσεις τῆς ἐλευθερίας ἀπέλαυσαν, εἰκότως οἱ μακάριοι Ἀγγαῖος καὶ Ζαχαρίας τὸ δεύτερον ἔτος τῆς ∆αρείου τοῦ Πέρσου προτεθείκασι βασιλείας. Ἐν τούτῳ γὰρ τῷ ἔτει τῇ τῆς πόλεως ἐρημίᾳ ἑβδομηκοντούτης συνεπληρώθη χρόνος· καὶ τοῦτο ἐξ αὐτῆς τῆς προφητείας καταμαθεῖν δυνατόν. ∆ιδάσκει δὲ, ἐκ τίνος τε ἔφυ πατρὸς, καὶ τίς ὁ ἐκείνου πατήρ· ἐπειδὴ καὶ ψευδοπροφῆται κατ' ἐκεῖνον τὸν καιρὸν πολλοὶ τὰ ψευδῆ προηγό ρευον, καὶ συνέβαινεν, ὡς εἰκὸς, καὶ ὁμωνύμους εἶναι τῶν προφητῶν τινας. Ἵνα τοίνυν μὴ ἡ ὁμωνυ μία τῇ ἀληθείᾳ λυμήνηται, τῶν ψευδῶς εἰρημέ νων, ὡς τῶν ἀληθῶς προηγορευμένων, πᾶσιν ἁπλῶς προσφερομένων, δῆλον ἑαυτὸν ὁ προφήτης ἀπὸ τοῦ γένους πεποίηκεν. Εἶτα λέγει, τί εἰπεῖν προσετάχθη. βʹ. "Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην." Σοφίας μεστὸν τὸ τῆς προφητείας προοίμιον, καὶ τοῖς τηνικάδε τὰ θεῖα παιδευομένοις κατάλληλον· ἔναυλον γὰρ ἔχοντες τῶν συμβεβηκότων τοῖς πατράσι τὴν μνήμην, καὶ μανθάνοντες ὡς αἰ τία τῶν ἀῤῥήτων ἐκείνων συμφορῶν ἡ δικαία τοῦ Θεοῦ καθέστηκε κίνησις, ἐσπούδαζον, ὡς εἰκὸς, ἐκεῖνα καὶ λέγειν καὶ πράττειν, ἅπερ ἵλεων τὸν φιλάνθρω πον ἐποίει ∆εσπότην, καὶ τὴν τῶν ἀγαθῶν αὐτοῖς προὐξένει φοράν. Καὶ ὅτι οὗτος ὁ τῶν εἰρημένων σκοπὸς, τὰ ἑξῆς μαρτυρεῖ· Φησὶ γάρ· γʹ, δʹ. "Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύ 81.1877 ριος παντοκράτωρ· Ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων. Καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλουν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν, λέγοντες· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἀποστρέψατε δὴ ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν· καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσ έσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος παντοκρά τωρ." Εἰδότες, φησὶν, ὁπόσα διὰ τῶν προφητῶν τοῖς ὑμετέροις πατράσι παρῄνεσα, καὶ ὅπως αὐτοὺς ἀντειπόντας πανωλεθρίᾳ παρέδωκα, φύγετε μὲν ἐκείνων τὴν μίμησιν, προσέχετε δὲ τοῖς ὑπ' ἐμοῦ λεγομένοις, ὅπως τῆς ἐμῆς ἀπολαύσητε προμηθείας. Τὸ γὰρ, "Ἐπιστρέψατε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς," τοῦτο σημαίνει. Τούτῳ ἔοικε τὸ ἀλλαχοῦ εἰρημένον· "Ἔδωκαν ἐπὶ μὲ νῶτα, καὶ οὐ πρόσωπα αὑτῶν." Ὁ γὰρ τῶν θείων λογίων σπου δαίως ἐπαΐειν οὐκ ἀνεχόμενος, τῷ ἀποστρεφομένῳ καὶ τὰ νῶτα διδόντι ἔοικεν ἀκριβῶς. Λέγει τοίνυν, ὅτι Ἐὰν τοῖς ἐμοῖς προσχεῖν ἐθελήσητε νόμοις, τῆς ἐμῆς τεύξεσθε προμηθείας· καὶ διδάσκων, ὅτι ῥᾴδιον αὐτῷ πᾶσαν αὐτοῖς παρασχεῖν τῶν ἀγαθῶν τὴν ἀφθονίαν, πολλάκις ἑαυτὸν καὶ Κύριον παντοκρά τορα καὶ Κύριον τῶν δυνάμεων προσηγόρευσεν, ἵνα μάθωσιν ὡς ὁ τῶν ἁπάντων κρατῶν καὶ βασιλεύων,