1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

109

οἷα δὴ ποιητὴς καὶ δημιουργὸς, καὶ αὐτῶν τῶν δυ νάμεων ∆εσπότης ὑπάρχων, εὐπετῶς μάλα μεταβάλ λει τῶν πραγμάτων τὰς φύσεις, καὶ ἐξ εὐκληρίας εἰς δυσκληρίαν μετάγει, καὶ εἰς εὐημερίαν ἐπανάγει τοὺς δυσπραξίᾳ κατεχομένους. εʹ, ʹ. "Οἱ πατέρες ὑμῶν ποῦ εἰσι, καὶ οἱ προφῆ ται; μὴ εἰς τὸν αἰῶνα ζήσονται; Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλο μαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφή ταις, ἃ κατέλαβον τοὺς πατέρας ὑμῶν." Βλέπετε, φησὶ, τῶν λόγων μου τὴν ἀλήθειαν, ὅτι καὶ τῶν προφητῶν τὸν βίον ὑπεξελθόντων, καὶ τῶν πατέρων ὑμῶν τῇ τιμωρίᾳ παραδοθέντων, μεμενήκασιν οὗ τοι, διὰ τῶν πραγμάτων κηρύττοντες τὴν ἀλήθειαν, καὶ τοὺς συγγεγραφότας προφήτας συνηγόρους οὐκ ἔχοντες· ἐδέξαντο γὰρ ἐκεῖνοι τοῦ θανάτου τὸν ὅρον· βοῶσι, καὶ μαρτυροῦσιν, ὡς οὐδὲν ὑπ' ἐκεί νων ἐῤῥέθη ψευδές. "∆έξασθε τοίνυν προθύμως τὰ ὑπὸ τοῦ παναγίου Πνεύματος διὰ τῶν προφητῶν ὑμῖν προσφερόμενα. Καὶ ἀπεκρίθησαν, καὶ εἶπον· Καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν." Συνέθεντο τοῖς εἰρημένοις, καὶ συνωμολόγησαν τὴν ἀλήθειαν, καὶ αἴσθησιν τῶν πεπλημμελημένων ἐδέ ξαντο, καὶ ἔφασαν ἀληθῆ τὴν πρόῤῥησιν εἶναι, καὶ δικαίαν τὴν ἀγανάκτησιν, καὶ τῇ ἁμαρτίᾳ τὴν τιμω ρίαν συμβαίνουσαν. ζʹ. Τῇ τετράδι καὶ εἰκάδι τοῦ ἑνδεκάτου μηνὸς, 81.1880 οὗτος ὁ μήν ἐστι Σαβὰτ, ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ, τὸν προφήτην." Ἑβραῖος ὢν ὁ προφήτης τῶν Ἑβραίων τέθεικεν ἀριθμόν. Ἑβραῖοι δὲ τὸν Ξανθικὸν πρῶτον ἴσασι μῆνα· οὕτω γὰρ αὐτοῖς ἐνομοθέτησεν ὁ μέγας Μωσῆς διαῤῥήδην βοῶν· "Οὗτος ὁ μὴν ὑμῖν ἀρχὴ μηνῶν, πρῶτος ὑμῖν ἔσται ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ." Ἐκεῖθεν τοίνυν ἀριθμεῖν ἀρχομένοις ἑνδέκατος ὁ Σαβὰτ εὑ ρεθήσεται· ἔστι δὲ ὁ κατὰ Μακεδόνας Περίτιος. Λέγει τοίνυν ὁ προφήτης, ὅτι ἐν τούτῳ τῷ μηνὶ, μηδέπω τοῦ δευτέρου ἔτους συμπληρωθέντος, ἐν έργειαν θείας πάλιν ἐδέξατο χάριτος· κἂν γὰρ λόγον εἴπῃ, κἂν ῥῆμα, κἂν λῆμμα, κἂν χεῖρα, τῆς θείας χάριτος αἰνίττεται τὴν ἐνέργειαν. Ὑπὸ ταύτης φω τιζόμενος, καὶ ἰδών τινα θεωρίαν, ἀνάγραπτον αὐ τὴν καταλέλοιπεν ἡμῖν, καί φησιν· ηʹ-ιαʹ. "Ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπι βεβηκὼς ἐπὶ ἵππον πυῤῥὸν, καὶ οὗτος εἱστήκει ἀνα μέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ, καὶ ψαροὶ, καὶ ποικίλοι, καὶ λευκοί. Καὶ εἶπον· Τί οὗτοι, Κύριε; Καὶ εἶπε πρός με ὁ ἄγγελος, ὁ λαλῶν ἐν ἐμοί· Ἐγὼ δείξω σοι, τί ἐστι ταῦτα. Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀναμέσον τῶν ὀρέων, καὶ εἶπε πρός με· Οὗτοί εἰσιν οὓς ἐξ απέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν. Καὶ ἀπεκρί θησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀναμέσον τῶν ὀρέων, καὶ εἶπον· Περιωδεύσαμεν τὴν γῆν ἅπασαν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡ συχάζει." Οἱ μὲν ὀφθέντες δῆλον ὅτι ἀόρατοι δυνά μεις ὑπάρχουσιν, εἰς διακονίαν ἀποστελλόμεναι, κατὰ τὸν θεῖον Ἀπόστολον, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Ὁρῶνται δὲ αὐτῶν οὐχ αἱ φύσεις· ἀσώματοι γὰρ αὗται· ἀλλὰ κατὰ χρείαν ἑκάστην ἐκτυποῖ τούτων τὴν θεωρίαν ὁ τούτων καὶ τῶν ἁπάν των ∆εσπότης. Καὶ τοῦτο ἡμᾶς σαφῶς ἡ θεία διδάσκει Γραφὴ, διάφορα αὐτῶν ὑποδεικνῦσα τὰ σχήματα· ἄλλως μὲν γὰρ αὐτοὺς ἴδεν ὁ ∆ανιὴλ, καὶ ἄλλως Ἰεζεκιὴλ, καὶ Ἡσαΐας καὶ Μιχαίας ἐν σχήμασιν ἑτέροις. Οὐ πολύμορφοι δὲ, ἀλλ' ἀσώματοι αἱ νοηταὶ φύσεις, πρὸς δὲ τὸ χρήσιμον ὁ τούτων ∆εσπό της σχηματίζει τὰς θεωρίας. Τοῦτο καὶ ἐπὶ τοῦ μακαρίου Ζαχαρίου πεποίηκε· δείκνυσι γὰρ αὐτῷ ἄγγελον τὸν τοῦ λαοῦ προστατεύοντα· ὁ δὲ ἅγιος Μιχαὴλ οὗτος ἦν, ὡς ὁ προσδιαλεγόμενος τῷ ∆ανιὴλ ἄγγελος ἔφη· ἐκεῖνος γάρ φησιν· "Οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν." Τοῦτον ὁρᾷ ἐποχούμενον μὲν ἵππῳ διὰ τὴν ὀξύτητα τῶν δρωμένων· τὸ δὲ τοῦ ἵππου πυῤῥὸν τὴν κατὰ τῶν πολεμίων ἐθνῶν ἀγανάκτησιν δηλοῖ· ὕφαιμον γὰρ καὶ ὑπέρυθρον τὸ θυμοειδές· τὰ δὲ ὄρη οὐ μόνον τὸ στεῤῥὸν, ἀλλὰ καὶ τὸ ὑψηλὸν 81.1881 δείκνυσι τῶν