110
εἰς ἐπικουρίαν τεταγμένων ἀγγέλων· τὸ δὲ ἀμφιλαφὲς καὶ κατάσκιον τῶν ὀρῶν τὴν θείαν αἰνίττεται πρόνοιαν, ἣν τοῖς εἰς τὸν Θεὸν ἠλ πικόσιν ὁ μακάριος ὑπισχνεῖται ∆αβίδ· "Ὁ κατοι κῶν γὰρ, φησὶν, ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται." Καὶ πάλιν· "Ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι." Καὶ ἀλλαχοῦ· "Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με." Καὶ τὸν Ἰσραὴλ δὲ ἐν τῇ ἐρήμῳ στύλος νεφέ λης ἐπέσκεπε. Τούτου χάριν κἀνταῦθα ἐν μέσῳ τῶν ὀρέων τῶν κατασκίων ὁ τοῦ λαοῦ προστατεύων ἄγγε λος ἑστηκὼς ἑωρᾶτο, τὴν θείαν ἐπικουρίαν διὰ τού των μηνύων. Οἱ δὲ περὶ τὸν Ἀκύλαν καὶ Σύμμαχον, καὶ μυρσινεῶνας τὰ ὄρη προσηγορεύκασιν· εὐῶδες δὲ τὸ φυτὸν, καὶ τὰ θερμὰ τῶν παθῶν καταψύχειν δυνάμενον. Παραδηλοῖ τοίνυν καὶ τοῦτο τὴν ἐσομένην Ἰουδαίοις παρὰ τοῦ Θεοῦ τῶν ὅλων ψυχαγωγίαν. Θεασάμενος δὲ καὶ τοὺς ὄπισθεν ἀναφανέντας πυῤ ῥούς τε καὶ ψαροὺς, καὶ ποικίλους, καὶ λευκοὺς ἵπ πους, πυνθάνεται μὲν μαθεῖν ἐφιέμενος, τίς ἡ τῶν δεικνυμένων αἰτία. ∆ιδάσκεται δὲ παρὰ τοῦ πρώτου ὀφθέντος ἀγγέλου, ὃς μεταξὺ τῶν ὀρῶν εἱστήκει τῶν κατασκίων, ὅτι πᾶσαν ἐποπτεῦσαι τὴν γῆν ἀπεστάλησαν· καὶ εἰς βεβαίωσιν τῶν εἰρημένων, καὶ οἱ τοῖς παντοδαποῖς ἐκείνοις ἐποχούμενοι ἵπποις, ἔφασαν πρὸς τὸν ἐφεστῶτα ἐκείνοις τοῖς ὄρεσιν ἄγ γελον, ὅτι Πᾶσαν περιοδεύσαντες τὴν γῆν οἰκουμέ νην, εὕραμεν εἰρήνης ἀπολαύουσαν καὶ γαλήνης. Τούτων δὲ ἀκούσας ὁ τοῦ λαοῦ τὴν προστασίαν πε πιστευμένος ἄγγελος, καὶ σφόδρα δυσχεράνας, ὅτι πάντων εἰρήνης ἀπολαυόντων ὁ ὑπ' αὐτῷ τεταγμένος λαὸς μυρίαις ἔτι συμφοραῖς προσπαλαίει, ἱκετείαν τῷ ∆εσπότῃ προσφέρει· "Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; Τοῦτο ἑβδομηκοστὸν ἔτος." Ἰστέον δὲ ὡς τῆς μὲν προτέρας αἰχμαλωσίας ὁ χρόνος συνεπληρώθη ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ Περσῶν βασιλεύσαντος, τοῦ ἀγαθοῦ καὶ φιλ ανθρώπου ∆εσπότου, τῇ πείρᾳ τῶν κακῶν καὶ τὸν τῆς προῤῥήσεως συναριθμήσαντος χρόνον· καὶ τοῦτο ἀκριβέστερον ἐν τῇ τοῦ Ἰεζεκιὴλ ἀπεδείξαμεν ἑρ μηνείᾳ. Τῇ δὲ ἐρημίᾳ τῆς Ἱερουσαλὴμ ὁ ἑβδομη κοντούτης συνεπληρώθη χρόνος ἐν τῷ δευτέρῳ ἔτει τῆς ∆αρείου βασιλείας. Τούτου δὲ ἄρχεσθαι προσ ήκει τοῦ ἀριθμοῦ ἀπὸ τοῦ ἑνδεκάτου ἔτους Σεδεκίου τοῦ βασιλέως, ἐφ' οὗ ἥλω ἡ πόλις. Εἰ γάρ τις ἐκεῖ θεν ἀρξάμενος ἐρευνήσοι, εὑρήσει τοῦτον συμπλη ρούμενον τὸν χρόνον ἐν τῷ δευτέρῳ ἔτει τῆς ∆αρείου τοῦ Ὑστάσπου βασιλείας. Τοῦτο τοίνυν ὁ τοῦ λαοῦ προμηθούμενος ἄγγελος τὸν τῶν ὅλων ἱκετεύει Θεὸν, εἴς τε τὴν πρόῤῥησιν ἀπιδεῖν, καὶ τὸν χρόνον πε πληρωμένον ἰδεῖν, καὶ τὴν ἀφιερωμένην αὐτῷ πόλιν ἐρημίᾳ παντελεῖ παραδεδομένην ἐπιπλεῖστον μὴ 81.1884 παριδεῖν. Καὶ ταύτην ὁ ∆εσπότης τὴν ἱκετείαν δεξά μενος· "Ἀπεκρίθη, φησὶν ὁ προφήτης, τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ, ῥήματα καλὰ καὶ λόγους πα ρακλητικούς." Οὐκ ἄλλον δὲ ἄγγελον τοῦτον ἔφη παρ' ἐκεῖνον τὸν μεταξὺ τῶν ὀρῶν ἑστηκότα, ἀλλ' αὐτὸν ἐκεῖνον, καὶ αὐτῷ προσδιαλεγόμενον, καὶ ὑπὲρ τοῦ λαοῦ πρεσβευόμενον. Λέγει δὲ αὐτὸν ἐν αὐτῷ λαλεῖν, ἐπειδὴ οὐ λόγοις ἐκέχρητο, καὶ φωνῇ κινήσει γλώττης καὶ ἀέρος ἀντιτυπίᾳ διαρθρουμένῃ, ἀλλ' ἔνδοθεν ἐνηχουμένῃ, καὶ ἐν αὐτῷ τυπουμένη. Θαρσήσας τοίνυν τῇ τοῦ Θεοῦ εὐμενείᾳ ὁ ἅγιος ἄγγελος παρακελεύεται τῷ προφήτῃ βοῆσαι, καὶ εἰπεῖν· "Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἱερουσαλὴμ ζῆλον μέγαν. (ιεʹ.) Καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." Οὐκέτι, φησὶν, ἀνέξομαι περιιδεῖν τὰ κατὰ τῆς Ἱερουσαλὴμ τολμώ μενα, ἀλλὰ δίκας εἰσπράξομαι τοὺς ὑπερβάντας τῆς κατὰ τῆς ὁρισθείσης τιμωρίας τὸ μέτρον, καὶ πλείονα τῶν καταψηφισθέντων ἐπαγαγεῖν αὐτῇ τε τολμηκότας κακά. Ἐγὼ μὲν γὰρ αὐτὴν ποινὴν εἰσπραττόμενος, ὡς εἰς τοὺς ἐμοὺς πεπαρανόμηκε νόμους, τῆς ἐμῆς αὐτὴν προνοίας ἐγύμνωσα· ἐκεῖ νοι δὲ τὴν ἐντεῦθεν ἄδειαν εἰληφότες, κόρον λαβεῖν τῶν κατ' αὐτῆς κακῶν οὐκ ἠθέλησαν· διὸ ζήλῳ δικαίῳ χρησάμενος, αὐτὴν μὲν