111
ἀξιώσω φειδοῦς, ἐκείνους δὲ τῶν τετολμημένων ἀπαιτήσω δίκας. Εἶτα λέγει καὶ τοῦ ἐλέου τὸν τρόπον, καὶ τῆς τοῦ θείου οἴκου οἰκοδομῆς ὑπισχνεῖται τὸ τέλος, καὶ τῆς πόλεως τὴν νεουργίαν, καὶ τὴν τῶν περιβόλων ἀνάστασιν. Τοῦτο γὰρ δηλοῖ· "Τὸ μέτρον ἐκταθή σεται ἐπὶ Ἱερουσαλὴμ ἔτι." Καὶ αὖθις δὲ αὐτῷ ὁ ἅγιος ἄγγελος παρηγγύησε βοῆσαι, καὶ εἶπεν· "Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι διαχυθή σονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει ἔτι Κύριος τὴν Σιὼν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ." Πολλαῖς μὲν πόλεσι τῆς Ἰουδαίας παρέξει τῶν ἀγαθῶν τὴν ἀφθονίαν· τοῦτο γὰρ παρεδήλωσεν εἰρη κώς· "Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς·" ἀλλ' ὅμως ἔτι τῶν ἄλλων προτιμήσει τὴν Ἱερουσα λὴμ, καὶ τὰ παλαιὰ παρέξει προνόμια. Ἐπισημή νασθαι δὲ προσήκει, ὡς οὐκ αἰώνιον αὐτοῖς τὴν εὐ πραξίαν ὑπέσχετο, ἀλλὰ χρόνον τινὰ παρεδήλωσεν, εἰρηκὼς, Ἔτι, προδιδάσκων ὡς τοῦ κληρονόμου φα νέντος, ὁ οἰκονόμου καὶ ἐπιτρόπου τάξιν ἐπέχων νόμος ἀργὸς ἀναφανεῖται· σὺν τούτῳ καὶ ὁ τόπος, ὁ τὴν κατὰ τοῦτον λατρείαν δεξάμενος. Ἐντεῦ θεν εἰς ἑτέρας ὀπτασίας διήγησιν μεταφέρει τὸν λόγον, καί φησι τέσσαρα μὲν τεθεᾶσθαι κέρατα, μεμαθηκέναι δὲ δι' ἐρωτήσεως ἀπὸ τοῦ ἀγγέλου, ὅτι τοιαῦτά ἐστι τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλήμ. Εἶτα λέγει πάλιν, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων δειχθῆναι αὐτῷ τέκτονας ἰσαρίθμους, καὶ πάλιν πυθέσθαι, καὶ ἀκηκοέναι, ὅτι "Ταῦτα τὰ κέρατα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ σκορπίσαντα· καὶ ἐξῆλθον οὗτοι ὀξῦναι αὐτὰ εἰς χεῖρας αὑτῶν· τὰ τέσσαρα κέρατα ἔθνη ἐπαιρόμενα κέρας ἐπὶ 81.1885 τὴν γῆν Κυρίου, τοῦ διασκορπίσαι αὐτήν." Λέγει τοίνυν ὅτι αἱ ἀόρατοι δυνάμεις ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων προσετάχθησαν κατ' ἀλλήλων ἐγεῖραι καὶ παρ οξῦναι ταῦτα τὰ ἔθνη, ὥστε δι' ἀλλήλων δοῦναι δίκας ὧν κατὰ τοῦ Ἰσραὴλ ἐπλημμέλησαν. Τοῦτο γὰρ παρεδήλωσε· "Τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὑτῶν." Τέσσαρα δὲ λέγει, οὐκ ἐθνῶν τινων ἀριθμὸν δηλῶν, ἀλλ' ἐπειδὴ τέσσαρα τῆς οἰκουμένης τὰ τμήματα, τὸ ἑῷον, τὸ ἑσπέριον, τὸ νότιον, τὸ βόρειον· ἐπ ῆλθον δὲ αὐτοῖς οἱ μὲν ἔνθεν, οἱ δὲ ἐκεῖθεν· ποτὲ μὲν Ἀσσύριοι, καὶ Βαβυλώνιοι· ποτὲ δὲ ἀλλόφυλοι, καὶ Αἰγύπτιοι· ἄλλοτε δὲ Ἰδουμαῖοι, καὶ Μωαβῖται, καὶ Ἀμμανῖται· τέσσαρα κέρατα τοὺς ἐκ τῶν τεσ σάρων τμημάτων αὐτοῖς ἐπελθόντας προσηγόρευσε. Τούτοις ἰσαρίθμους ἐπέστησεν ἀοράτους δυνάμεις, κατ' ἀλλήλων αὐτοὺς διεγειρούσας, ἵν' ὑπ' ἀλλήλων εἰσπραχθῶσιν ὧν ἐτόλμησαν δίκας.
ΚΕΦΑΛΑΙΟΝ Βʹ. Ἀλλὰ γὰρ αὖθις εἰς ἑτέραν θεωρίαν τὴν διήγησιν μετατίθησι, καί φησι
τεθεᾶσθαι ἄνδρα σχοινίον ἐπι φερόμενον γεωμετρικόν· εἶτα ἐρέσθαι αὐτὸν ὅποι πορεύεται· κἀκεῖνον φάναι, ὅτι τὴν Ἱερουσαλὴμ διαμετρήσων ἄπεισιν, ὥστε μαθεῖν ὁπόσον αὐτῆς τό τε μῆκός ἐστι, καὶ τὸ εὖρος. Προστίθησι δὲ καὶ ταῦτα τῷ διηγήματι, ὅτι ὁ ἄγγελος ἐκεῖνος ὁ τού τους ἐνηχῶν αὐτῷ τοὺς λόγους εἰστήκει· ἕτερος δὲ πρὸς αὐτὸν ἀφικόμενος ἄγγελος δραμεῖν αὐτῷ παρ ηγγύησε πρὸς τὸν τὸ μέτρον ἐπιφερόμενον νεανίαν, καὶ εἰπεῖν· "Κατάκαρπος κατοικηθήσεται Ἱερουσαλὴμ, ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς. (εʹ.) Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐ τῆς." Ὅρα γὰρ, φησὶ, μὴ σμικρύνῃς τὰ τῆς πό λεως μέτρα, ἀλλὰ παρ' ἐμοῦ τοῦ σοῦ καὶ ταύτης ∆εσπότου μανθάνων, ὡς πλεῖστον ὅσον αὐτὴν πλῆ θος καὶ ἀνθρώπων καὶ τετραπόδων οἰκήσει, διάγρα ψον ἀναλογοῦν τῷ πλήθει τῶν οἰκητόρων τὸ μέγεθος. Πρὸς γὰρ τούτοις κἀγὼ αὐτῇ διὰ τῆς ἐμῆς χάριτος τεῖχος ἄμαχόν τε καὶ ἀνυπέρβατον ἔσομαι. Τοῦτο γὰρ ἐκάλεσε τεῖχος πυρός. Καθάπερ γὰρ πυρὰν μεγίστην ὑπερβῆναι τῶν ἀδυνάτων· οὕτως ἀδύνατον ἡττηθῆναι τὸν ὑπὸ τῆς θείας φρουρούμενον χάριτος. Οὐ μόνον δὲ αὐτῇ πᾶσαν ἀσφάλειαν χορηγήσω, ἀλλὰ καὶ περίβλεπτον αὐτὴν ἀποφανῶ, ὥστε αὐτῆς πάντοσε διαδραμεῖν τὸ κλέος. Ταῦτα δὲ ἅπαντα ὁ