114
Σατανᾶ." Οὕτω τοίνυν ἀπαλλάξας τοῦ διαβόλου τὸν Ἰωσεδὲκ Ἰησοῦν, οἷα δὴ Θεὸς, ὁ ∆εσπότης ἐπήγαγεν· "Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;" Ἐπειδὴ γὰρ ἀρτίως ἀπὸ τῆς αἰχμαλωσίας ἐπανελη λυθότες, τὰ τῆς αἰχμαλωσίας ἐπεφέροντο σημεῖα, τὴν πενίαν, τὴν ἐρημίαν, εἰκότως αὐτοὺς δαλὸν ὀνομάζει. ∆αλὸς δέ ἐστιν ἡμιφλεγὲς ξύλον ἀπὸ πυρὸς ἁρπαγέν. Εἶτα διηγεῖται πάλιν ὁ προφήτης, ὡς ἱμάτια μὲν πιναρὰ καὶ ἐῤῥυπωμένα ὁ ἀρχιερεὺς περιέκειτο· ὁ δὲ τοῦ λαοῦ προστατεύων ἄγγελος 81.1893 ἑτέροις παρεστῶσι παρηγγύησεν ἀγγέλοις, ἐκείνης αὐτὸν τῆς ἐσθῆτος γυμνῶσαι. Καὶ διδάσκων, ὡς ἕτερόν τι διὰ τῶν ἱματίων αἰνίττεται, ἐπήγαγε· "Καὶ εἶπε πρὸς αὐτόν· Ἰδοὺ ἀφῄρηκα ἀπὸ σοῦ τὰς ἀνομίας σου." Εἰκὸς μὲν γὰρ ἦν καὶ αὐτὸν ἔχειν ὡς ἄνθρωπον τινὰ πλημμελήματα. Ἡγοῦμαι δὲ ὅτι οἷα δὴ ἀρχιερεὺς ᾠκειοῦτο τὴν τοῦ λαοῦ παρανο μίαν, καὶ ὡς συνημαρτηκὼς ἐκείνοις τὰς δεήσεις προσέφερε· καὶ τούτου χάριν, ὡς οἰκείαν ἄφεσιν δέχεται τῆς τοῦ λαοῦ παρανομίας τὴν ἄφεσιν. Ἀλλὰ γὰρ οὕτω, φησὶν, ἀπαλλαγεὶς τοῦ πενθικοῦ σχήμα τος, καὶ τοὺς θυμηδίας μεστοὺς δεξάμενος λόγους, ἀπολαμβάνει καὶ τὴν τῆς ἱερωσύνης στολήν. Παρεγ γυᾷ γὰρ τοῖς παρεστῶσιν ὁ ἐκεῖνα εἰρηκώς τε καὶ δεδρακὼς, τόν τε ποδήρη αὐτὸν ἐνδύσαι, καὶ τὴν μίτραν καὶ τὴν κίδαριν ἐπιθεῖναι τῇ κεφαλῇ. Καὶ τούτων γενομένων, διαμαρτύρεται αὐτὸν ὁ ἅγιος ἄγγελος, καί φησι· ζʹ. "Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύσῃ, καὶ ἐὰν τὰ προστά γματά μου φυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου, καὶ ἐὰν φυλάσσῃς τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τού των." Τὴν ἱερατικὴν ἀξίαν ἀπολαβὼν, κατὰ τοὺς ἱερωσύνης πολιτεύου νόμους, φυλάττων ἅπαντα, ὅσα δρᾷν διηγόρευσα. Ταῦτα γὰρ ποιῶν, καὶ σὺ ἐν ταύτῃ βιώσει τῇ τιμῇ, καὶ μέχρις ἐκγόνων παραπέμψεις τὸ γέρας, τῶν ἐκ σοῦ τὸν λαὸν τοῦτον οἰκονομούν των. Τοῦτο γὰρ εἶπε· "∆ώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων." ηʹ. "Ἄκουε δὴ, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί." Τερατοσκόπους δὲ λέγει οὐχ ὥς τινες ὑπέλαβον οἰωνοσκόπους, καὶ κληδόσι κεχρημένους· οὐ γὰρ ἂν πρὸς τοιούτους τοιούτοις ἐχρήσατο λόγοις, οὐδ' ἂν αὐτὸς ὁ Ἰησοῦς εὐσεβὴς ὢν τὸν τοιοῦτον ἠσπάσατο σύλλογον· ἀλλὰ γνῶσιν αὐτοῖς μαρτυρεῖ, καὶ τὴν περὶ τὰ θεῖα σπουδήν. Τὰ γὰρ ὑπὸ τῶν προφητῶν διδόμενα τέρατα καὶ σημεῖα περισκοποῦντες ὡς εὐσεβεῖς διετέλουν, καὶ τὸ τούτων ἀναμένοντες τέλος. Πρὸς τούτους τοίνυν καὶ τὸν Ἰησοῦν λέγει τὰ ἐπαγόμενα· "∆ιότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου, Ἀνατολὴ ὄνομα αὐτῷ. (θʹ). ∆ιότι λίθος ὃν δέδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν." ∆ιακοσμήσας τὸν ἱερέα, καὶ τὸ μὲν πένθιμον ἀποδύσας σχῆμα, τὴν δὲ ἱερατικὴν ἐνδύσας στολὴν, καὶ τὸ πρακτέον ὑποδείξας, καὶ τὸ διαρκὲς ἐπὶ πλεῖστον τοῖς ἐγγόνοις ἐπαγγειλάμενος, εἰ τοὺς θείους νόμους φυλάξοιεν, ἐπὶ τὸ βασιλικὸν μετα βαίνει γένος, καὶ τὸν Ζοροβάβελ ἔκγονον ὄντα τοῦ Ἰεχονίου, ἀπὸ δὲ τοῦ ∆αβὶδ τὸ γένος κατάγοντα, οὕτω περιφανῆ καὶ περίβλεπτον ὑπισχνεῖται ποιή σειν, ὡς τῷ λαμπροτάτῳ τῆς ἀνατολῆς φωτὶ παρα βάλλεσθαι. Τοῦτον λέγει δεδωκέναι τὸν λίθον πρὸ 81.1896 προσώπου τοῦ ἱερέως ἑπτὰ κοσμούμενον ὀφθαλμοῖς. Οὔτε δὲ τοὺς ὀφθαλμοὺς, ὀφθαλμοὺς νοητέον, οὔτε τὸν ἑπτὰ ἀριθμὸν ἐπὶ ῥητοῦ ἀριθμοῦ ληπτέον. Τὴν γὰρ τῆς θείας χάριτος ἐνέργειαν ὀφθαλμοὺς προσ ηγόρευσεν· ἑπτὰ δὲ αὐτοὺς ὠνόμασε, τὸ πλῆθος αὐτῆς καὶ τὸ μέγεθος διὰ τούτων σημαίνων. Οὕτω καὶ ἡ Ἄννα φησίν· "Στεῖρα ἔτεκεν ἑπτὰ," οὐχ ὡρισμένον ἀριθμὸν λέγουσα, ἀλλὰ τὸ πλῆθος παρα δηλοῦσα. Καὶ ὁ μακάριος ∆αβίδ· "Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν· ἀντὶ τοῦ, πολλαπλασίαν, ὧν ἠδίκησαν ἡμᾶς, δότωσαν δίκην. Λίθον δὲ αὐτὸν ὀνομάζει διὰ τὸ στεῤῥὸν καὶ ἀκαταγώνιστον· ἄλλως τε καὶ τύπος ἦν τοῦ ∆ε σπότου Χριστοῦ, ὃς λίθος ὑπὸ τῆς θείας πολλαχοῦ προσηγορεύθη Γραφῆς. Ὁ μὲν γὰρ θειότατος ἔφη ∆αβίδ· Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς