1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

116

ἔκβασιν, μήτε πάλιν κατορθώσας σαυτῷ τὴν νίκην ἐπιγράψῃ· ὑπὸ γὰρ τῆς ἐμῆς βοηθούμενος χάριτος, τὸ κατὰ τῶν ἐθνῶν ἐκείνων τρόπαιον ἀναστήσεις. Εἶτα πρὸς αὑτοὺς ἐκείνους τρέπει τὸν λόγον. ζʹ. "Τίς εἶ σὺ τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ, τοῦ κατορθῶσαι;" Ἐπειδὴ γὰρ καὶ αὐτὸν τὸν Ζοροβάβελ λίθον ὠνόμασεν, εἰκότως καὶ τὰ μυρία ἔθνη ἐκεῖνα ὄρος καλεῖ, καὶ τοῦ θείου ναοῦ τὴν οἰκοδομίαν κωλύσαι πειρώμενα, καὶ τοῦ λαοῦ τὸ λειπόμενον καταλῦσαι. Ἀλλ' οὐδὲν ἰσχύσετε ταῦτα βουλευόμενοι. "Ἐξοίσω γὰρ τὸν λίθον τῆς κληρονομίας, ἰσότητα χάριτος χάριτα αὐτῆς." Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· κἂν μυριάκις λυττήσητε ἐμποδὼν τῷ Ζοροβάβελ γιγνόμενοι, κενὰς ὑμῶν ἀποφανῶ τὰς ἐλπίδας· πάσης γὰρ αὐτὸν ἐμπλήσας χάριτος, καὶ τελείᾳ αὐτὸν κατακοσμήσας χάριτι, καὶ στεῤῥὸν ἀποφήνας οἷα δὴ λίθον, ἅπαντας ὑμᾶς 81.1900 ὀλέθρῳ παραδοῦναι παρασκευάσω, ὥστε τὸ ἐλλεῖπον τῇ ἀνθρωπείᾳ δυνάμει ἀναπληρῶσαι καὶ ἐξισῶσαι τῇ ἄνωθεν χάριτι. Γινώσκετε τοίνυν, ὅτι αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐκτελοῦσιν αὐτὸν, καὶ δι' αὐτῶν μαθ ήσεσθε τῶν πραγμάτων, ὅτι θείοις διακονούμενος λόγοις ταύτην ὑμῖν διεπόρθμευσα τὴν προφητείαν. "ιʹ. ∆ιότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μακράς;" Ἔοικε τοῦτο τοῖς ἐν τῷ ∆ευτερονομίῳ φερομένοις τοῦ Θεοῦ λόγοις· "Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι." Τοῦτο γὰρ καὶ ἐνταῦθα δηλοῖ, ὅτι καθάπερ ἐξουδένωσα τὴν Ἱερουσαλὴμ εἰς ἡμέρας μακρὰς, καὶ ἑβδομήκοντα ἐτῶν ἐρημίαν κατεψηφισάμην αὐτῆς· οὕτω μοι ῥᾴδιον εἰς τὴν προτέραν αὐτὴν ἐπαναγαγεῖν εὐπραξίαν. Οἱ δὲ ταῦτα ὁρῶντες "Χαρήσονται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ." Γνώσονται, φησὶ, διὰ τῆς πείρας, ὡς ὁ νῦν παρ' αὐτῶν καταφρονού μενος Θεὸς, αὐτὸς διὰ τοῦ Ζοροβάβελ κατορθώσει τὴν νίκην. Τὸν γὰρ κασσίτερον ἐπ' εὐτελείας ἐν ταῦθα τέθεικεν. Ἐπειδὴ γὰρ καὶ ὁ θεῖος νεὼς ἐμ πέπρηστο, καὶ ὁ λαὸς ἐξηνδραπόδιστο, καὶ ἡ πόλις ἀνάστατος ἐγεγόνει, ὑπώπτευον δὲ ἅπαντες, οὐ διὰ τὴν τοῦ λαοῦ παρανομίαν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τοῦ παρ' αὐτῶν τιμωμένου Θεοῦ, ταῦτα πάντα συμ βῆναι, λίθον κασσιτέρινον κατὰ τὴν ἐκείνων ὑπόνοιαν τὴν θείαν βοήθειαν προσηγόρευσε, διδάσκων ὅτι αὕτη ἡ παρὰ τῶν ἀπίστων εὐτελής τις νομιζομένη καὶ ἀσθενής, δι' ἑνὸς ἀνδρὸς τοῦ Ζοροβάβελ τὴν οἰ κείαν ἐπιδείξεται δύναμιν. Ὅθεν εὐθὺς ἐπήγαγεν· "Ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν, οἱ ἐπιβλέ ποντες ἐπὶ πᾶσαν τὴν γῆν." Ὁ γὰρ τῶν ἁπάντων Ἔφορός τε καὶ Πρύτανις, καὶ πάντα μὲν ἐφορῶν, πάντα δὲ ἀκούων, αὐτὸς ὑπερασπίσει τοῦ Ζορο βάβελ. Τούτων οὕτως εἰρημένων, ἔρεται μὲν ὁ προ φήτης περὶ τῶν ἑκατέρωθεν τῆς λυχνίας τεθηλυιῶν ἐλαιῶν, πυνθάνεται δὲ περὶ τῶν δύο κλάδων τῶν μέχρις αὐτῶν διηκόντων τῶν λύχνων, καὶ μανθάνει, ὅτι οἱ δύο υἱοὶ τῆς πιότητος, οἳ παρεστήκασι τῷ Κυ ρίῳ πάσης τῆς γῆς. Λέγει δὲ Ἰησοῦν τὸν ἀρχιερέα καὶ Ζοροβάβελ τὸν στρατηγὸν, τὸν μὲν ἐκ τοῦ βα σιλικοῦ, τὸν δὲ ἐκ τοῦ ἱερατικοῦ γένους ἀνθή σαντα.

ΚΕΦΑΛΑΙΟΝ Εʹ. Οὕτω ταῖς παντοδαπαῖς θεωρίαις τοὺς περὶ τῆς βασιλείας καὶ τῆς ἱερωσύνης

βεβαιωσάμενος λόγους, καὶ τῆς οἰκοδομίας τοῦ θείου ναοῦ προαγορεύσας τὸ τέλος, ἀπειλῇ τιμωρίας δεδίττεται τοὺς ἀκούοντας, κακίας ἀποτρέπων, καὶ προτρέπων εἰς ἀρετήν· καὶ δείκνυσι τῷ προφήτῃ δρέπανον μέγιστον αἰωρού μενον, καὶ διὰ τοῦ ἀέρος φερόμενον, δέκα μὲν τὸ εὖρος πήχεων, εἴκοσι δὲ τὸ μῆκος. Καὶ διδάσκεται, ὅτι αὕτη ἡ ἀρὰ, ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πά σης τῆς γῆς. "∆ιότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκ 81.1901 δικηθήσεται. (δʹ.) Καὶ ἐξοίσω αὐτὸ, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐ τοῦ, καὶ τοὺς λίθους αὐτοῦ." Ἀρὰν τὴν