120
τῶν πενήτων λαμβάνειν ἀσθένειαν· πρὸς δὲ τούτοις τὴν μνησικακίαν βδελύτ τεσθαι, καὶ μὴ ἀμύνεσθαι τοὺς ἄρξαντας ἀδικίας. Ταῦτα ἐγὼ μὲν ἔλεγον· ἐκεῖνοι δὲ ὑπακούειν οὐκ ἤθελον. "Ἀλλ' ἔδωκαν, φησὶ, νῶτον αὑτῶν παρα φρονοῦντα." Καὶ δεχόμενοι μάστιγας ἀναλγησίαν ἐνόσουν. Νῶτον γὰρ παραφρονοῦντα τὴν ἀναισθη σίαν ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν μαστιγουμένων οἰκετῶν, καὶ ὄνησιν ἐκεῖθεν μὴ καρπουμένων. "Καὶ τὰ ὦτα αὑτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν. (ιβʹ.) Καὶ τὴν καρδίαν αὑτῶν ἔταξαν ἀπειθῆ, τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τῶν λόγων μου ὧν ἐξαπέσταλκε Κύριος παντοκράτωρ, ἐν Πνεύματι αὑτοῦ, ἐν χερσὶ προφητῶν τῶν ἔμπροσθεν." Ἀλλὰ τῆς ἀπειθείας ἐδρέψαντο τὸν καρπόν. "Ἐγένετο γὰρ ὀργὴ μεγάλη παρὰ Κυρίου παντο κράτορος. (ιγʹ.) Καὶ ἔσται ὃν τρόπον εἶπον, καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτω κεκράξονται, καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος παντοκράτωρ." Ἐναλ λάττει τὸ σχῆμα τοῦ χρόνου· τὰ γὰρ ἤδη γεγενημένα ὡς μέλλοντα λέγει· τὸ γὰρ, κεκράξονται, ἀντὶ τοῦ ἔκραξαν, καὶ τὸ οὐ μὴ εἰσακούσω, ἀντὶ τοῦ οὐκ ἤκουσα. 81.1912 ιδʹ. "Καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, ἃ οὐκ ἔγνωσαν·" ἀντὶ τοῦ ἐξέβαλον. "Καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος, καὶ ἐξ ἀναστρέφοντος·" τουτέστιν, ἠφανίσθη· καὶ δη λοῖ τὰ ἐπαγόμενα. Μετέβαλε γὰρ τὸ σχῆμα, καί φησι· "Καὶ ἔταξαν γῆν ἐπιθυμητὴν εἰς ἀφανι σμόν." Ταῦτα περὶ τῆς τῶν πατέρων αὐτῶν ἀπει θείας τε καὶ τιμωρίας διεξελήλυθεν. Οὔτε γὰρ εἰκὸς ἦν, τοῖς πικρᾶς δουλείας λαβοῦσι τὴν πεῖραν, καὶ ἔναγχος ταύτης ἀπαλλαγεῖσι, καὶ μηδέπω τὴν πόλιν οἰκοδομήσασι, τοιαῦτα πάλιν ἀπειλῆσαι δεινά.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ, βʹ. "Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρός με, λέγων· Τάδε λέγει
Κύριος παντοκράτωρ· Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν." Ταύτην αὐτῇ, φησὶ, τὴν τιμωρίαν ἐπήγαγον, τῆς εἰς ἐμὲ δυσσεβείας ποινὴν εἰσπραττόμενος. Ζῆλον δὲ προσ αγορεύει τὴν δικαίαν ὀργήν. Ἐπειδὴ γὰρ ἀνὴρ αὐ τῆς ἐχρημάτιζε, καὶ γυναῖκα αὐτὴν ὠνόμαζεν, ἀναγ καίως καὶ τὸ τοῦ ζήλου τοῖς λόγοις προστέθεικεν ὄνομα. Οὕτω γὰρ καὶ ταύτης ἀρξάμενος ἑαυτὸν προσ ηγόρευσεν· "Ἐγώ εἰμι, λέγων, Κύριος ὁ Θεός σου, ὁ Θεὸς ζηλωτὴς, πῦρ καταναλίσκον." Οὕτω δείξας τῆς ὀργῆς τὴν αἰτίαν, ὑπισχνεῖται λοιπὸν τὰ ἀγαθά. γʹ. "Τάδε λέγει Κύριος· Ἐπιστρέψω ἐπὶ Σιὼν, καὶ κατοικήσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ κληθή σεται Ἱερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυ ρίου παντοκράτορος, ὄρος ἅγιον." Ταῦτα τυπικῶς μετὰ τὴν Ζοροβάβελ οἰκοδομίαν ἐγένετο· τὴν δὲ ἀλήθειαν τῆς προφητείας μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν διέγνωσαν ἅπαντες. Πρὸς τού τοις ὑπισχνεῖται καὶ πλῆθος οἰκητόρων παρέξειν τῇ πόλει, καὶ εἰς γῆρας αὐτοὺς ἐλάσειν βαθὺ, ὥστε καὶ βακτηρίαις σκηριπτομένους κατὰ τὴν ἀγορὰν ἰέναι, καὶ ἐν τοῖς συνήθεσι συλλόγοις καθῆσθαι, καὶ μει ρακίων παιζόντων πληροῦσθαι τὰς ἀγυιὰς, ὅπερ ἐν ταῖς πολυανθρώποις εἴωθε γίνεσθαι πόλεσι. Ταῦτα γὰρ ἐδήλωσεν, εἰρηκώς· δʹ, εʹ. "Ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύ τεραι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὑτοῦ ἔχων ἐν τῇ χειρὶ αὑτοῦ, ἀπὸ πλήθους ἡμερῶν. Καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς." Εἶτα πιστοῦται τοὺς λόγους τὴν οἰκείαν δύναμιν παρέχων ἐχέγγυον. ʹ. "Τάδε λέγει Κύριος παντοκράτωρ· Εἰ ἀδυνα τήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνα τήσει; λέγει Κύριος παντοκράτωρ." Ὑμεῖς μὲν γὰρ, φησὶν, εἰς τὴν οἰκείαν ἀφορῶντες ὀλιγότητα καὶ πε 81.1913 νίαν, τῶν ἀγαθῶν τούτων οὐ δέχεσθε τὴν ἐλπίδα. Προσήκει δὲ ὑμᾶς τοῦ ὑποσχομένου τὸ δυνατὸν εἰδό τας, ἀνενδοιάστως δέχεσθαι τὰ λεγόμενα, καὶ πι στεύειν ὡς σωτηρίας ἁπάσης τὸν ἐμὸν ἀξιώσω λαὸν, καὶ πάντοθεν αὐτὸν συναθροίσας εἰς τὴν πατρῴαν γῆν ἐπανάξω· κἀγὼ συνήθως ἐν