1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

121

τῇ Ἱερουσαλὴμ ποιήσομαι τὴν ἐμαυτοῦ ἐπιφάνειαν. Τοῦτο γὰρ λέ γει· "Κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλήμ." Καὶ αὐτὸς μὲν ἐμὸς χρηματίσει λαός· ἐγὼ δὲ αὐτοῦ Θεὸς ὀνομασθήσομαι, οὐχ ὥσπερ πάλαι ψευδῶς, ἀλλ' ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. θʹ "Τάδε λέγει Κύριος παντοκράτωρ· Κατισχυέ τωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προ φητῶν, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀφ' οὗ οἰκοδομεῖται." Ἔχοντες, φησὶ, τὴν ἀπὸ τῆς ἐμῆς ἐπαγγελίας ψυ χαγωγίαν, θαῤῥοῦντες τὸν θεῖον οἶκον οἰκοδομήσατε, ὅπως τάς τε νομικὰς ἐν αὐτῷ λατρείας ἐπιτελέσητε, καὶ τὰς θείας δι' αὐτοῦ χάριτας ὑποδέξησθε. ιʹ. "∆ιότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἦν εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχε, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἦν εἰρήνη ἀπὸ τῆς θλίψεως." Ἡνίκα μὲν γὰρ τῆς οἰκοδομίας κατημελεῖτε, φησὶν, ἀκερδὴς μὲν ἦν τῶν ἀνθρώπων ὁ πόνος, ἀνόνητος δὲ τῶν κτηνῶν ὁ μισθὸς, ἐν δέει δὲ διηνεκεῖ καθειστή κεισαν ἅπαντες, καὶ ἀποδημοῦντες, καὶ ἐνδημοῦντες. "Καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον πρὸς τὸν πλησίον αὑτοῦ." Ἐγὼ γὰρ διὰ τὴν περὶ τὰ θεῖα ὀλιγωρίαν τοὺς ἐπαλλήλους ὑμῖν θορύβους ἐπήγειρα. Νῦν δὲ ὁρῶν ὑμῶν τὴν περὶ τὴν οἰκοδο μίαν σπουδὴν, δώσω μὲν ὑμῖν πρὸ τῶν ἄλλων ἁπάντων τῆς εἰρήνης τὸ δῶρον· ἀπολαύσετε δὲ καὶ τῶν ἀπὸ γῆς καρπῶν, ἄνωθεν τῶν ὑετῶν ἀφθόνως χορηγουμένων. ιγʹ. "Καὶ ἔσται, ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν, οἶκος Ἰούδα, καὶ οἶκος Ἰσραὴλ, οὕτω διασώσω ὑμᾶς, καὶ ἔσεσθε ἐν εὐλογίᾳ." Εἰώθασι γὰρ οἱ ἄνθρωποι, καὶ ἐπαρώμενοι, τοὺς συμφοραῖς περιπεπτωκότας φέρειν εἰς μέσον, καὶ λέγειν· Πάθοις τοιαῦτα οἷα ὁ δεῖνα πέπονθε· καὶ ἐπευχόμενοί τισι τῶν τῆς θείας εὐλογίας ἠξιωμένων προσφέρειν τὴν μνήμην· "Θαρσεῖτε, καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν· (ιδʹ, ιεʹ.) ∆ιότι τάδε λέγει Κύριος παντοκράτωρ· Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργί σαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκρά τωρ, καὶ οὐ μετενόησα· οὕτω παρατέταγμαι, καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις, τοῦ καλῶς ποιῆσαι τὴν Ἱερουσαλὴμ, καὶ τὸν οἶκον Ἰούδα." Καθάπερ, φησὶν, ἀληθεῖς ἔδειξα τῆς τιμωρίας τὰς ἀπειλὰς, οὕτω καὶ ταῖς ἀγαθαῖς οἰκονομίαις ἐπιθήσω 81.1916 τὸ πέρας. Οὕτω παραθαῤῥύνας αὐτοὺς, πάλιν ἐπ' ἀρετὴν προτρέπει, καὶ εἰσηγεῖται τὰ πρακτέα. "Θαρσεῖτε· (ιʹ.) Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε." Πρὸ πάντων τιμᾶν ἀλήθειαν κελεύει. "Λαλεῖτε γὰρ, φησὶν, ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὑτοῦ." Εἶτα καὶ τοῖς περί τινων ζυγομαχοῦσι πραγμάτων εἰρήνην βραβεύειν. "Κρῖμα γὰρ εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν." Καὶ τὴν μνησικακίαν δὲ τῶν ψυχῶν ἐξελαύνειν. ιζʹ. "Καὶ ἕκαστος γὰρ, φησὶν, τοῦ πλησίον αὑ τοῦ τὴν κακίαν μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν." Καὶ ὀμνύντας δὲ ἐμπεδοῦν τοὺς ὅρκους, καὶ τὸ ψεῦδος μυσάττεσθαι. "Ὅρκον γὰρ, φησὶ, ψευδῆ μὴ ἀγαπᾶτε· πάντα γὰρ τὰ τοιαῦτα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ." Εἶτα, ἐπειδὴ ἄνω ἔφη αὐτὸς μηδεμίαν ἐκ τῆς νηστείας ὠφέλειαν καρ ποῦσθαι (ἔφη δὲ τοῦτο διὰ τοὺς οἰομένους τούτῳ μόνῳ τὸν Θεὸν θεραπεύεσθαι), διδάξας ἅπαντα τὰ εἴδη τῆς ἀρετῆς, νομοθετεῖ μετὰ τούτων καὶ τὴν νηστείαν. ιθʹ. "Τάδε λέγει Κύριος παντοκράτωρ· Νηστεία ἡ τετρὰς, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη, ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εὐφροσύνην, καὶ εἰς ἑορτὰς ἀγαθὰς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε." ∆ῆλον δὲ ὅτι τετράδα, καὶ πέμπτην, καὶ ἑβδόμην, οὐ τῆς ἑβδομάδος, ἀλλὰ τοῦ μηνὸς ὀνομάζει, διότι καὶ δεκάτην ἐπήγαγε. Νηστεύοντες, φησὶ, μὴ ἀνιᾶσθε διὰ τὴν ἀσιτίαν, ἀλλὰ διὰ τὴν ἐκ τῆς κακουχίας φυομένην ὠφέλειαν εὐ φραίνεσθε· καὶ μετὰ νηστείας δὲ καὶ ἄνευ ταύτης τὴν περὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην διάθεσιν ἔχετε. Ἰστέον δὲ ὡς οἱ ἄλλοι ἑρμηνευταὶ, Ἀκύλας, φημὶ, καὶ Θεοδοτίων, καὶ Σύμμαχος, οὐ τὴν τετρά δα λέγει, καὶ πέμπτην, καὶ ἑβδόμην, καὶ δεκάτην νηστεύειν, ἀλλὰ νηστείαν ἔφασαν