122
συμφώνως οἱ τρεῖς, ἡ τοῦ τετάρτου, καὶ ἡ τοῦ πέμπτου, καὶ ἡ τοῦ ἑβδόμου, καὶ ἡ τοῦ δεκάτου· ὡς εἶναι δῆλον, ὅτι ἐν τῷ τετάρτῳ, καὶ τῷ πέμπτῳ, καὶ τῷ ἑβδόμῳ, καὶ τῷ δεκάτῳ μηνὶ νηστείαν προσέταξε. κʹ-κεʹ. "Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι ἥξουσι λαοὶ πολλοὶ, καὶ κατοικοῦντες πόλεις πολ λάς. Καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες· Πορευθῶμεν πορευόμενοι δεηθῆναι τοῦ προσώπου Κυρίου παντοκράτορος. Καὶ ἥξουσι λαοὶ πολλοὶ, καὶ ἔθνη πολλὰ, ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἱερουσαλὴμ, καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου." Οὕτως ἐπί σημος ἔσται καὶ περίβλεπτος ἡ Ἱερουσαλὴμ, ὡς τοὺς τὰς ἄλλας οἰκοῦντας πόλεις παρ' ἀλλήλους φοιτῶντας προτρέπειν εἰς εὐσέβειαν ἀλλήλους, καὶ 81.1917 διεγείρειν· ὥστε τὰ ἐν χερσὶ καταλιπόντας, εἰς ταύ την συνιέναι τὴν πόλιν, καὶ τοῦ Θεοῦ ζητεῖν τὴν εὐ μένειαν· καὶ λέγειν ἕκαστον· Κἀγὼ πορεύσομαι, καὶ σὺν ὑμῖν ἀπελεύσομαι. Καὶ τοῦτο ποιήσουσιν, οὐ μόνον οἱ ἐξ Ἱερουσαλὴμ τὸ γένος κατάγοντες, ἀλλὰ καὶ ἀλλόφυλα ἔθνη τῆς θείας ἐπικουρίας ἀπολαῦσαι ποθοῦντα. Καὶ ταῦτα γεγένηται μὲν ἀμυδρῶς μετὰ τὴν ἐπὶ τοῦ Ζοροβάβελ γεγενημένην οἰκοδομίαν· μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν διὰ σαρκὸς ἐπιφάνειαν, πᾶσαν γῆν καὶ θάλατταν ἔστιν ἰδεῖν εἰς ἐκείνην τὴν πόλιν συντρέχουσαν, καὶ τὰ τῶν σωτη ρίων παθημάτων χωρία ποθοῦσαν ἰδεῖν. Τούτοις καὶ τὰ ἐπαγόμενα συμβαίνει. κγʹ. "Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐπιλήψονται δέκα ἄνδρες ἐκ πα σῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλήψονται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες· Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθ' ὑμῶν ἐστιν." Οὕτως τοὺς ἱεροὺς ἀποστόλους, ἐξ Ἰου δαίων τὸ γένος κατάγοντας, ἐπόθουν οἱ ἐξ ἐθνῶν τῆς κλήσεως ἀξιωθέντες, πιστεύοντες δι' αὐτῶν ἀπολαύ σεσθαι τῆς σωτηρίας. Οὕτω Φιλιππήσιοι τὸν θεσπέ σιον Παῦλον ἐπόθουν· οὕτω Θεσσαλονικεῖς, οὕτω Κορίνθιοι, οὕτω πάντα τὰ ἔθνη· οὕτως ὁ μακάριος Ὀνησιφόρος εἰς τὴν πόλιν ἔδραμεν, ἵνα αὐτῷ τῆς θεραπείας προσενέγκῃ τὸ χρέος· οὕτως ὁ μακάριος Τῖτος, οὕτως ὁ Τρόφιμος, μέχρις ἐσχάτων αὐτῷ κινδύνων ἀκολουθήσαντες. Εἰ δὲ καὶ Ἰουδαίων ἐπαν ελθόντων ἐκ Βαβυλῶνος ἐθαύμασάν τινες τῶν ἐθνῶν τὸ τῆς ἐλευθερίας παράδοξον, καὶ τὸν τούτων Θεὸν ἀληθῆ Θεὸν ἐπίστευσαν εἶναι, καί τισι τῶν Ἰουδαίων ἀκολουθήσαντες, μαθεῖν παρ' αὐτῶν ἐπόθησαν τὴν ἀλήθειαν, οὐ λυμαίνεται τοῖς παρ' ἡμῶν εἰρημένοις, ἀλλὰ καὶ προσμαρτυρεῖ τὴν ἀλήθειαν. Τύπος γὰρ τῶν ἡμετέρων τὰ παλαιά. Ὁμοιότητα δὲ προσήκει τὴν εἰκόνα ἔχειν πρὸς τὸ ἀρχέτυπον. Ὥστε εἰ ἀληθὴς οὗτος ὁ λόγος, κατ' Ἰουδαίους, ἀληθὴς κἀκεῖνος· σκιὰ γὰρ ταῦτα ἐκείνων. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τῆς ἑρμηνείας ἐπανέλθωμεν. ΚΕΦΑΛΑΙΟΝ Θʹ. αʹ, βʹ. "Λῆμμα λόγου Κυρίου ἐν γῇ Ἁδρὰχ, καὶ ∆αμασκὸς θυσία αὐτοῦ (οἱ δὲ περὶ τὸν Ἀκύλαν ἡρμήνευσαν, Καὶ ἐν ∆αμασκῷ ἀνάπαυσις αὐτοῦ)· ὅτι Κύριος ἐφορᾷ ἀνθρώπους." "Καὶ πάσας τὰς φυλὰς τοῦ Ἰσραὴλ, καὶ Ἠμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς." Ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· Καὶ ἐν Ἠμὰθ τῇ ὁμορούσῃ αὐτῇ. Προλέγει τοίνυν ὅτι καὶ αὗται αἱ πάλαι δυσσεβοῦσαι πόλεις, Ἁδρὰχ, καὶ ∆αμασκὸς, καὶ Ἠμὰθ, θυσίας προσοίσουσι τῷ Θεῷ, τῆς προτέρας πλάνης ἀπαλλαγεῖσαι. Ὁ γὰρ πάντας ἐφο ρῶν ἀνθρώπους, καὶ οὐ μόνας τοῦ Ἰσραὴλ τὰς φυλὰς, καὶ τούτων ἐπιμελήσεται, Ἁδρὰχ δὲ πόλις ἐστὶ τῆς Ἀραβίας· ἡ δὲ Ἠμὰθ, ἡ νῦν Ἐπιφάνεια προσαγορευομένη· Ἠμὰθ δὲ τὴν μεγάλην τὴν Ἐμίσαν ὀνομά 81.1920 ζει ἡ θεία Γραφή. Αὗται μὲν οὖν, τῷ τῆς θεογνωσίας καταυγασθεῖσαι φωτὶ, τὰ προσήκοντα δράσουσι. "Τύρος δὲ καὶ Σιδὼν, ὅτι ἐφρόνησαν σφόδρα. (γʹ-εʹ.) Καὶ ᾠκοδόμησε Τύρος ὀχύρωμα αὑτῆς, καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν, καὶ χρυσίον ὡς πηλὸν ὁδῶν. ∆ιὰ τοῦτο Κύριος κληρονομήσει αὐτοὺς, καὶ πατάξει εἰς θάλασσαν τὴν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται. Ὄψεται Ἀσκάλων, καὶ φοβηθήσεται Γάζα, καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκάρων, ὅτι κατῃσχύνθη ἐπὶ τῷ παραπτώματι αὑτῆς, καὶ ἀπολεῖται