124
Παμβασιλεὺς ἐξωλόθρευσεν ἅρματα ἐξ Ἐφραῒμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, τὴν θρασύτητα αὐτῶν καὶ τὴν μανικὴν καταλύσας βασιλείαν· ἐξωλόθρευσε δὲ καὶ τόξον πολεμικὸν, καὶ πλῆθος διὰ τῆς Ῥωμαίων εἰ ρήνης βραβεύσας τοῖς ἔθνεσι, καὶ εὐκολίαν τοῖς τῆς ἀληθείας κήρυξι χαρισάμενος. Μιᾶς γὰρ γενομένης τῆς βασιλείας, ἐπαύσαντο μὲν αἱ κατ' ἀλλήλων τῶν ἐθνῶν ἐπαναστάσεις, εἰρήνη δὲ κατὰ πᾶσαν τὴν οἰκου μένην ἐπολιτεύετο, ἀδεῶς δὲ διέτρεχον οἱ τὸ τῆς εὐ σεβείας κήρυγμα πιστευθέντες ἀπόστολοι, καὶ τὴν οἰκουμένην περινοστοῦντες, τοὺς ἀνθρώπους ἐθήρευον εἰς ζωήν. Καὶ τὸ πάντων παραδοξότατον, ὅτι ποῦ κλῖναι τὴν κεφαλὴν οὐκ ἔχων ὁ τῷ πώλῳ χρησάμενος, πάσης γῆς καὶ θαλάσσης ἐθελήσας ἐκράτησε. Τοῦτο 81.1924 καὶ ὁ προφητικὸς προεθέσπισε λόγος· "Καὶ κα τάρξει ὑδάτων ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως τῶν διεκβολῶν γῆς." Ἐγὼ δὲ τῶν Ἰουδαίων τὴν ἐμβροντησίαν θαυμάζω, εἰς τὸν Ζοροβάβελ ταύτην λίαν ἀναισχύντως ἐκλαμβάνειν τολμώντων. Ὅτι γὰρ ὁ Ζοροβάβελ οὐδὲ πάσης τῆς Παλαιστίνης ἐκράτησεν, ἀλλὰ μόνης τῆς Ἰουδαίας, καὶ αὐτοὶ συνομολογήσαιεν· ὁ δὲ προφήτης τὸν ἐπὶ τοῦ πώλου ὀχούμενον πάσης προεῖπεν ἄρξειν τῆς οἰκουμένης. Ἄλλως τε καὶ τὸν μὲν Κύριον πώλῳ χρησάμενον ἔγνωμεν, τὸν δὲ Ζοροβάβελ τοῦτο πε ποιηκότα οὐδεὶς ἔφη μέχρι καὶ τήμερον τῶν τὰ θεῖα συγγεγραφότων. Εἰ τοίνυν ἐχρήσατο μὲν ὁ ∆εσπότης Χριστὸς τῷ πώλῳ κατὰ τὴν προφητείαν, ἐκράτησε δὲ τῆς οἰκουμένης, καὶ Θεὸς ἀληθινὸς εἶναι πιστεύ εται καὶ κηρύττεται, κατέλυσε δὲ τοῦ Ἐφραῒμ καὶ τοῦ Ἰσραὴλ τὴν βασιλείαν· περὶ αὐτοῦ ταῦτα προε θέσπισεν ὁ προφήτης, καὶ ἔλαβε σαφῶς ἡ προφητεία τὸ τέλος. Συμβαίνει δὲ τούτοις καὶ τὰ ἐπαγόμενα. ιαʹ. "Καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστει λας δεσμίους ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ." Οὓς γὰρ, φησὶ, τῷ τιμίῳ σου αἵματι ἐξηγόρασάς τε καὶ ἠλευθέρωσας, τούτους μετὰ τῶν σωτηρίων σου συν θηκῶν ἐξαπέστειλας, ὥστε πᾶσι κηρύξαι τὴν ἐλευθε ρίαν, ἀπαλλάξας αὐτοὺς τοῦ λάκκου, τοῦ μὴ ἔχοντος ὕδωρ. Τοῦτον δὲ τὸν λάκκον, εἴτε τὸν αἰώνιον θάνατον, εἴτε τῶν εἰδώλων τὴν πλάνην βούλεταί τις νοεῖν, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται. Οὕτω γὰρ καὶ διὰ Ἱερε μίου φησὶν ὁ τῶν ὅλων Θεός· "∆ύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συσχεῖν ὕδωρ." Οὕτω δὲ τὴν ἐπίπονον καὶ ἀνόνητον τῶν εἰδώλων προσηγόρευσε λατρείαν. Τα λαιπωρούμενοι γὰρ τῇ περὶ ταῦτα θεραπείᾳ, οὐ δὲν μὲν ἐκ τούτων ἐδρέποντο κέρδος, τὴν ἀληθῆ δὲ προσεζημιοῦντο ζωήν. Ἐν τούτῳ τῷ λάκκῳ δεσμώ τας ὄντας τοὺς ἀνθρώπους λύσας, καὶ ἀνασπάσας ὁ ∆εσπότης Χριστὸς, καὶ τῷ τιμίῳ αἵματι τὴν ἐλευ θερίαν αὐτοῖς δωρησάμενος, εἰς τὴν τῆς ζωῆς ὁδὸν ἐξαπέστειλε, τὴν καινὴν αὐτοῖς δεδωκὼς διαθήκην. Πρὸς τούτους πάλιν φησί· ιβʹ. "Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συν αγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικίας σου διπλᾶ ἀνταποδώσω σοι." Ἀντὶ γὰρ ἐκείνων τῶν χαλεπῶν δεσμῶν, ἕτερά σοι ἥδιστα τῆς ἐμῆς ἀγάπης περι τέθεικα δεσμὰ, προσεδρεύειν μοι παραινέσας, καὶ τοὺς ἐμοὺς ἐκπαιδεύεσθαι νόμους, καὶ ὑπὸ τῆς ὀχυ ρᾶς κηδεμονίας φρουρεῖσθαι, καὶ ἀντὶ τῆς προτέρας αἰχμαλωσίας, ἐλευθερίας ὁμοῦ καὶ ζωῆς ἀπολαύειν. Περὶ γὰρ τούτων, ἔφη, τῶν πραγμάτων διπλᾶ ἀντα ποδώσω σοι. ιγʹ. "∆ιότι ἐνέτεινά σε ἐμαυτῷ, Ἰούδα, ὡς τόξον, 81.1925 ἔπλησα τὸν Ἐφραῒμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου, Σιὼν, ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ." Ἰούδαν καὶ Ἐφραῒμ τοὺς ἐκ τούτων κατάγοντας τὸ γένος καλεῖ, οὓς ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων ἐστράτευσεν, ὅπλα αὐτοῖς δεδωκὼς, οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, ὥστε αὐτοὺς ἀνθρωπίνους λογισμοὺς καθελεῖν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτεῦσαι πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Τούτους ἔφη, ὡς τόξον ἐντεῖναι, καὶ ὡς ῥομφαίαν μαχητοῦ ψηλα φῆσαι. ∆ιὰ τούτων τὴν τῶν φιλοσόφων ματαιοτεχνίαν κατέλυσε· διὰ τούτων τὴν οἰκουμένην ἐδίδαξε