1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

125

τὴν εὐσέβειαν. Περὶ τούτων ὁ προφητικὸς οὕτω φησὶ λό γος· "Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως." Ἀλλὰ γὰρ καὶ ἐπὶ τῶν Μακεδόνων, ὡς ἐν τύπῳ, πέρας ἔσχεν ἡ προφητείᾳ. Ὁρμήσαντα γὰρ τῆς Σιὼν τὰ τέκνα ἐπὶ τὰ τῶν Ἑλλήνων, ἐτρέψαντό τε τὰς πολλὰς τῶν Μακεδόνων μυριάδας, καὶ τρόπαιον ἐγείραντες ἐπανῆλθον νικη φόροι, καὶ τὸ καταλυθὲν θυσιαστήριον ἤγειραν. Ταῦτα δὲ εἰργάσαντο, τοῦ Θεοῦ τῶν ὅλων ὑπερμα χήσαντος, καὶ τὴν ἄμαχον παρασχόντος ἐπικουρίαν. Τοῦτο γὰρ καὶ ὁ προφήτης φησί. ιδʹ. "Καὶ Κύριος ἐπ' αὐτοὺς ὀφθήσεται, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὑτοῦ." Ἐπαμῦναι αὐτοῖς ἐθελήσας, καὶ βρονταῖς αὐτοὺς ἐκτυπήσει, καὶ ἀστραπαῖς ἐκδειματώσει, καὶ οἷόν τισι σφενδόναις τοῖς νέφεσι χρώμενος, τοῖς τῆς χαλάζης λίθοις κατα κοντίσει, καὶ τούτοις αὐτοὺς συγχώσει. "Καὶ ἐκπίον ται, φησὶ, τὸ αἷμα αὐτῶν, ὡς ὕδωρ." Ἀντὶ τοῦ, ἡδονὴν ἀπὸ τῆς νίκης πλείστην ὅσην καρπώσονται. Οὐ γὰρ αἵματος ἀνθρωπείου πόσιν λέγει· πῶς γὰρ, ὅς γε καὶ τῶν κτηνῶν τὸ αἷμα, καὶ τοῖς πρὸ νόμου, καὶ τοῖς ἐν νόμῳ, ἐσθίειν ἀπαγορεύει; "Καὶ πλήσου σιν ὡς φιάλας θυσιαστήριον·" ἀντὶ τοῦ, τῶν ἀπὸ τῆς λείας θυμάτων. ιʹ. "Καὶ σώσει αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὑτοῦ· διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ." Τῶν γὰρ ἁγίων εἵνεκα καὶ τοὺς ἄλλους περισώσει ὁ Θεὸς, καὶ οἷα δὴ πρόβατα οἰκεῖα τῶν ἐπιόντων ἐλευθερώσει θηρίων. ιζʹ. "Εἴ τι γὰρ ἀγαθὸν αὐτοῦ, καὶ εἴ τι καλὸν παρ' αὐτοῦ, σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους."

ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ. "Αἰτεῖσθε παρὰ Κυρίου ὑετὸν καθ' ὥραν πρῴϊμον καὶ ὄψιμον· Κύριος

ἐποίησε φαντασίας, καὶ ὑετὸν χειμέριον δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην 81.1928 ἐν ἀγρῷ." Αὐτὸς, φησὶ, καὶ σῖτον καὶ οἶνον χορηγεῖ, ὥστε καὶ νεανίσκους τῷ σίτῳ στηρίζεσθαι, καὶ τὰς παρθένους τὴν ἀπὸ τοῦ οἴνου εὐφροσύνην καρποῦ σθαι. Ἐπὶ τῆς εὐφροσύνης γὰρ τὸν οἶνον κἀνταῦθα τέθεικε. Ταῦτα τοίνυν εἰδότες, καὶ τὸν πρώϊμον, καὶ τὸν ὄψιμον ὑετὸν εἰς καιρὸν αἰτεῖτε τὸν δοῦναι δυνά μενον. Αὐτὸς γὰρ καὶ ὑετοῦ χορηγὸς, καὶ τῶν ἄλλων δημιουργὸς, ἃ εἰς φόβον εἴωθε γίνεσθαι τῶν ἀνθρώπων· ἀστραπὰς γὰρ εἰς ὑετὸν ἐποίησε. Τὰ τοιαῦτα φαντασίαν ἐκάλεσεν, ὡς ἐκπλήττοντα τοὺς ἀνθρώπους· διὰ τούτων δὲ καὶ ἀπὸ γῆς γεννῶνται καρποί. Ὁ μὲν οὖν ἀληθὴς Θεὸς τὰ τοιαῦτα καὶ ἐργάζεται καὶ χαρίζεται. βʹ. "Οἱ δὲ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν· μάταια παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς πρόβατα, καὶ ἐκακώθησαν, ὅτι οὐκ ἦν ἴασις." Πάντα τοῦ διαβόλου τὸν χορὸν εἰς μέσον παραγαγὼν, τοὺς μάντεις, τοὺς ἀστερομάν τεις, τοὺς ὀνειροπόλους, καὶ τὸ ψεῦδος αὐτῶν διή λεγξε, καὶ τὴν τιμωρίαν ὑπέδειξεν. γʹ. "Εἰς τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνούς μου ἐπισκέψομαι." Τοὺς μὲν γὰρ κακῶς ἄρξαντας αἰχμαλωσίᾳ παρέδωκα, τοὺς δὲ ἀρχομένους ἐκεῖθεν ἐπανήγαγον, καὶ τῆς ἐμῆς ἀξιῶ κηδεμονίας. "Καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὑτοῦ, τὸν οἶκον Ἰούδα· καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὑτοῦ ἐν πολέμῳ." Καὶ ἀποδείξω αὐτοὺς, φησὶν, ἐν τῷ τοῦ πολέμου καιρῷ, οἷόν τινα ἵππον ἐπὶ κάλλει καὶ δυνάμει γαυριῶντα, καὶ ἀδεῶς ἐπὶ τὰ πρόσωπα χω ροῦντα, καὶ οὐ δεηθήσεται βοηθείας ἑτέρας. δʹ, εʹ. "Ἐξ αὐτοῦ γὰρ, φησὶν, ἐπέβλεψε, καὶ ἐξ αὐτοῦ ἔταξε, καὶ ἐξ αὐτοῦ τὸ τόξον αὐτοῦ ἐν πνεύ ματι θυμοῦ, ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ἐξελαύνων ἐν αὐτῷ. Καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πη λὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, ὅτι Κύριος μετ' αὐτῶν, καὶ καταισχυνθήσονται ἀναβάται ἵππων." Οὔτε ὅπλοις, φησὶν, ἀλλοτρίοις χρήσονται, οὔτε ξενικὰ μισθώσονται· ἀλλ' ἐξ αὐτῶν ὁ στρα τηγὸς, ἐξ αὐτῶν οἱ ταξίαρχοι, αὐτοὶ νικήσουσιν ἀριστεύοντες, καὶ δίκην πηλοῦ συμπατήσουσι