1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

128

πεπιστευκότας τοῖς ἐξ Ἰουδαίων ἀνέμιξε, καὶ μίαν ποίμνην ἀπ έφηνε. ηʹ. "Καὶ ἐξαρῶ τρεῖς ποιμένας ἐν μηνὶ ἑνί." Τοὺς Ἰουδαίων λέγει βασιλέας, καὶ προφήτας, καὶ 81.1936 ἱερέας· διὰ γὰρ τούτων τῶν τριῶν ἐποιμαίνοντο ταγμάτων. Καὶ τὴν αἰτίαν δεικνὺς ἐπάγει· "Καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς· καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ." Τοῦτο σαφέστε ρον αὐτὸς ὁ ∆εσπότης διὰ τοῦ προφήτου Ἱερεμίου διδάσκει, λέγων· "Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου· ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς· ἐγένετο ἡ κλη ρονομία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὑτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν." Καὶ μέντοι καὶ διὰ Ἡσαΐου βοᾷ· "Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύ νην, ἀλλὰ κραυγήν." Ἐπειδὴ τοίνυν θηριωδῶς μοι προσῆλθον οἱονεὶ βρυχώμενοι, καὶ τὴν ἐμὴν διψῶντες σφαγὴν, θʹ. "Κἀγώ φημι πρὸς αὐτούς· Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλι πέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὑτοῦ." Ταῦτα δὲ ἅπαντα συμ βαίνειν ἀνάγκη τοῖς τῆς θείας γυμνουμένοις κηδε μονίας. ιʹ. "Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην εἰς πάντας τοὺς λαοὺς τῆς γῆς." Τῶν γὰρ δεξαμένων τῆς θεογνωσίας τὸ κήρυγμα τῷ θείῳ πτύῳ διακριθέντων, καὶ οἷόν τινος σίτου τῶν ἀχύρων ἀποκριθέντων, ἀνάγκη πᾶσα τὸ ἄχυρον κατακαυ θῆναι πυρὶ ἀσβέστῳ, κατὰ τὴν τοῦ μεγάλου Ἰωάννου φωνήν. ιαʹ. "Καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ." Καὶ ὅτι οὐ περὶ πάντων λέγει ταῦτα τῶν ἐξ ἐθνῶν, ἀλλὰ περὶ τῶν ἀπίστων μόνον, τὰ ἐπαγόμενα μαρ τυρεῖ. "Καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα φυλασσόμενά μοι, ὅτι λόγος Κυρίου ἐστί." Χαναναίους δὲ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, ἅτε δὴ, ἀλλοφύλους καλεῖ· πρόβατα δὲ αὐτοὺς φυλακῆς ἄξια λέγει, δι' ἣν ἐκτήσαντο πίστιν. Οὗτοι, φησὶ, θεασάμενοι τῶν ἀπίστων τὸν ὄλεθρον, μαθήσονται διὰ τῆς πείρας, ὡς θεῖος λόγος ὁ προφητικὸς λόγος. Ταῦτα περὶ τῶν ἐξ ἐθνῶν καὶ ἠπιστηκότων καὶ πε πιστευκότων εἰπὼν, μεταφέρει τὸν λόγον πρὸς Ἰου δαίους, καί φησι· ιβʹ, ιγʹ. "Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐν ώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε. Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. Καὶ εἶπε Κύριος πρός με· Κάθες αὐτοὺς εἰς τὸ χω νευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ καθῆκα, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου, εἰς τὸ χωνευτήριον." Ταῦτα, ὡς οἶμαι, οὐδεμιᾶς ἑρμηνείας προσδεῖται, τῆς τῶν ἱερῶν Εὐαγγελίων ἱστορίας ἐχούσης τούτων τὴν 81.1937 ἑρμηνείαν. Καὶ γὰρ ἐκεῖ τοσούτων στατήρων ὁ Ἰού δας τὸν ∆εσπότην ἀπέδοτο, καὶ μεταμεληθεὶς ἀπέδωκε μὲν τούτους τοῖς δεδωκόσιν· ἐπειδὴ δὲ λαβεῖν αὐτοὺς ἐκεῖνοι οὐκ ἠβουλήθησαν, ῥίψας αὐτοὺς ἀνεχώρησε, τὸν δίκαιον τῆς ἀδικίας μισθὸν, τὴν ἀγχόνην φημὶ, παρὰ τοῦ κριτοῦ τῆς ἀδικίας τοῦ διαβόλου δεξάμενος. Καὶ ἐνταῦθα τοίνυν αἰτεῖ μὲν αὐτοὺς ὁ ∆εσπότης μισθὸν τῆς εὐεργεσίας τὴν πίστιν· οἱ δὲ ἀντὶ ταύτης τοὺς τριάκοντα ἔδοσαν ἀργυροῦς· αὐτὸς δὲ τῷ προ φήτῃ παρακελεύεται, ὡς ἐν πυρί τινι δοκιμάσαι, εἰ ἄξιος ὁ τῆς εὐεργεσίας μισθός· Ὁ δὲ τούτους εἰς τὸν οἶκον ἔφη τοῦ Θεοῦ καταβεβληκέναι, ὃν εἰκότως ὠνόμασε χωνευτήριον. Ἐν ἐκείνῳ γὰρ διὰ τῆς με τανοίας οἱ προσιόντες, ὡς ἐν χωνευτηρίῳ τινὶ νεουρ γοῦνται, τὸν τῆς ἁμαρτίας ἰὸν ἀποβάλλοντες, καὶ τῆς θείας φιλανθρωπίας τυγχάνοντες. ∆ιὰ τοῦτό φησι· ιδʹ. "Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ Σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην τὴν ἀναμέσον Ἰούδα καὶ ἀναμέσον Ἰσραήλ." Καὶ ἐκ τούτων γὰρ τοὺς πεπιστευκότας τῶν ἀπίστων ἀποκρί νας, τοὺς λοιποὺς τῆς οἰκείας ἐπιμελείας ἐγύμνωσε. Καὶ μαρτυρεῖ τῇ προφητείᾳ τὰ νῦν θεωρούμενα· ἔρημοι γὰρ Ἰουδαῖοι, καὶ προφητῶν, καὶ ἱερέων, καὶ βασιλέων, καὶ ναοῦ, καὶ κιβωτοῦ, καὶ βωμοῦ, καὶ ἱλαστηρίου, καὶ θυσιαστηρίου, καὶ λυχνίας, καὶ τραπέζης, καὶ τῶν ἄλλων, δι' ὧν ἡ κατὰ νόμον λα τρεία ἐπληροῦτο, ἔρημοι δὲ καὶ τῆς ἄνωθεν κηδεμο νίας γεγένηνται·