1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

129

καὶ σποράδες, καὶ μέτοικοι, καὶ μετανάσται γενόμενοι, τοῖς τὸν Χριστὸν κηρύσσουσι παρὰ γνώμην δουλεύουσιν· καὶ αὐτοῦ μὲν ἀρνοῦνται τὴν δεσποτείαν, τοῖς δὲ δούλοις αὐτοῦ τὴν δουλείαν προσφέρουσιν. Τοσαύτην νοσοῦσιν ἀναλγησίαν. Ταῦτα μὲν οὖν ὁ Προφήτης περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ προαγορεύσας, καὶ τὴν Ἰουδαίων ἀν τιτυπίαν ἐλέγξας, εἰκότως εὐθὺς ἐπὶ τὸν ἀντίθεον Χριστὸν μεταφέρει τὴν προφητείαν, ὃν Ἰουδαῖοι προσμένουσιν, ὡς αὐτοί φασι. Τοῦτο δὲ καὶ ὁ Κύ ριος πρὸς αὐτοὺς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· "Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, καὶ πιστεύσετε αὐτῷ." Τοῦτο περὶ αὐτῶν καὶ ὁ μα κάριος ἔφη Παῦλος· "Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, πέμ ψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦ σαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πι στεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ." Τοιαῦτα καὶ ὁ μακάριος Ζαχαρίας τοῦ θείου Πνεύματος δεξάμενος τὴν ἐνέργειαν προθεσπίζει. ιεʹ, ιʹ. "Καὶ εἶπε Κύριος πρός με· Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. ∆ιότι ἐξεγερῶ ποιμένα ἄπειρον ἐπὶ τὴν γῆν· τὸ ἐκλεῖ πον οὐκ ἐπισκέψεται, καὶ τὸ ἐσκορπισμένον οὐ μὴ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται, καὶ 81.1940 τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐ τῶν ἐκστρέψει." Ταῦτα τὰ δεινὰ καὶ χαλεπὰ διηγήματα, καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ ∆εσπό της προλέγει. "Ἔσται γὰρ, φησὶ, θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς αἰῶνος, οὐδ' οὐ μὴ γένη ται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτούς μου κο λοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι." Ταῦτα καὶ ὁ Προ φήτης φησὶν, ὅτι "Τὰ κρέα τῶν ἐκλεκτῶν κατα φάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει·" τὴν ὑπερβολὴν τῶν κακῶν διὰ τούτων σημαίνων. Ποιμένα δὲ αὐτῶν ἄπειρον, ἢ ἄφρονα, κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, ὀνομάζει, ὡς ἐξαπατώμενον μὲν ὑπὸ τῆς διαβολικῆς ἐνεργείας, τὸν ὡρισμένον δὲ αὐ τῶν ὄλεθρον ἀγνοοῦντα· ἄφρονα δὲ ἡ θεία Γραφὴ καὶ τὸν δυσσεβῆ εἴωθεν ὀνομάζειν. "Εἶπε γὰρ, φη σὶν, ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός." ∆είξας αὐτοῦ τοίνυν ὁ Προφήτης τὴν θηριώδη γνώμην, καὶ τὴν ἐσομένην αὐτῷ πανωλεθρίαν σημαίνει. ιζʹ. "Ὢ οἱ ποιμαίνοντες τὰ μάταια, καὶ καταλε λοιπότες τὰ πρόβατα!" Ταῦτα πρὸς τοὺς ἐκείνῳ πειθομένους εἰρηκὼς, καὶ θρηνήσας αὐτοὺς, ὡς μὲν τῶν προβάτων τὴν κοινωνίαν καταλελοιπότας, τὴν ματαίαν δὲ καὶ ὀλέθριον τιμὴν τὴν ὑπ' ἐκείνου δεδομέ νην προελομένους, τὰ περὶ ἐκείνου διέξεισι. "Μά χαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ, καὶ ἐπὶ τὸν ὀφθαλμὸν αὐτοῦ τὸν δεξιόν." Ὁ μὲν γὰρ πρὸς τὸν αἰώνιον ὄλεθρον ποδηγεῖ τοὺς πειθομένους, ὁ δὲ τοὺς ἀντι λέγοντας σφαγῇ παραδίδωσιν. Ἐπὶ μὲν γὰρ τῆς σφαγῆς τὸν βραχίονα τέθεικεν· ἐπὶ δὲ τῆς ἐξαπά της τὸν ὀφθαλμόν· ἀλλ' ὅμως καὶ "ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται, καὶ ὁ ὀφθαλμὸς αὐτοῦ ὁ δεξιὸς ἐκτυφλούμενος ἐκτυφλωθήσεται." Καταλήψεται γὰρ αὐτὸν θεήλατος πληγή. Οὕτω καὶ ὁ Ἀπόστολός φησιν· "Ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργή σει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πᾶσι ση μείοις καὶ τέρασι ψεύδους." Ταῦτα Ἀντιόχῳ τῷ Ἐπιφανεῖ προσήρμοσάν τινες τῶν τόνδε τὸν προ φήτην ἑρμηνευκότων, ποιμένα ἄπειρον αὐτὸν ὠνο μᾶσθαι φήσαντες. Πολλῷ τοίνυν τούτῳ μᾶλλον ἁρ μόττει, ἐπειδὴ τούτου τύπος ἐκεῖνος. Καθάπερ γὰρ ἐκεῖνος τὴν περὶ τὸν Θεὸν ἀνεδέξατο μάχην, ἐν τῷ ναῷ δαιμόνων ἀναστήσας βωμὸν, καὶ τοὺς ἀνακει μένους τῷ Θεῷ θύειν δαίμοσιν ἀναγκάσας· οὕτω καὶ οὗτος ἀρνηθῆναι μὲν τὸν ∆εσπότην Χριστὸν προσ τάξει τοὺς εὐσεβοῦντας, τοὺς δὲ μὴ πειθομένους τι μωρίαις παραδώσει παντοδαπαῖς. Εἰ τοίνυν Ἀντιόχῳ ἡ προφητεία ἁρμόττει, καὶ τούτῳ πάντως ἁρμόσει· μείζονα γὰρ οὗτος ἢ ἐκεῖνος τολμήσει, ἅτε δὴ πρὸς 81.1941 μείζους ἀναδεχόμενος μάχην. Ἐπειδὴ τοίνυν τούτῳ μὲν Ἰουδαῖοι