1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

130

πιστεύουσι, τὸν δὲ Σωτῆρα καὶ Κύριον ἠρνήθησαν, προφανῶς προλέγει διὰ τοῦ Προφήτου τὸ ἅγιον Πνεῦμα τὰ δι' ἀπιστίαν αὐτοῖς συμβησόμενα σκυθρωπά.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. "Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ· Λέγει Κύριος, ἐκτείνων τὸν

οὐρανὸν, καὶ θεμελιῶν τὴν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ." Οὐκ ἐγὼ, φησὶν ὁ Προφήτης, ταῦτα πρὸς ὑμᾶς διεξέρχο μαι, ἀλλ' ὁ τοῦδε τοῦ παντὸς ποιητὴς καὶ δημιουρ γός· ὁ ἔτι νῦν ἐν ταῖς νηδύσι τὰ σώματα διαπλάτ των, καὶ ψυχὰς σὺν αὐτοῖς δημιουργεῖσθαι κελεύων, οὗτος δι' ἐμοῦ φθέγγεται. βʹ. "Καὶ ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ, ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ· ἔσται περιοχὴ ἐν τῇ Ἱερουσαλήμ." Εὐάλωτον, φησι. καὶ εὐκαταγώνιστον πᾶσι τοῖς ἔθνε σιν ἀποκαταστήσω τήνδε τὴν πόλιν, καὶ ἐοικυῖαν δείξω προθύροις σαλευομένοις, καὶ καταφέρεσθαι μέλλουσιν, ὥστε τοὺς πολεμίους τῆς ἐμῆς προνοίας γεγυμνωμένην ὁρῶντας ἐπελθεῖν καὶ πολιορκῆσαι, καὶ τὰ φυόμενα ἐντεῦθεν ἐπαγαγεῖν κακά. γʹ. "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνε σι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξε ται, καὶ ἐπισυναχθήσεται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς." Ἐπειδὴ γὰρ τὸν λίθον ἐκεῖνον, τὸν πολυ τελῆ, τὸν ἐκλεκτὸν, τὸν ἔντιμον, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, τὸν γενόμενον εἰς κεφαλὴν γωνίας, ἀπεδοκίμασαν ἀδοκίμῳ λίθῳ παραπλησίως, καταπατεῖσθαι αὐτὴν ὑπὸ πάντων παρασκευάσω ἐμπαροινούντων, καὶ ἐφ' ὕβρει συναγομένων. Αὕτη δὲ ἡ προφητεία τῶν πραγμάτων ἔχει τὴν μαρτυρίαν. Ἔστι γὰρ ἰδεῖν τὸν πάλαι ἅγιον καὶ σεπτὸν κατα πατούμενον τόπον. Ἀλλὰ ταῦτα μὲν αὐτοῖς μετὰ τὸν σταυρὸν καὶ τὴν μανίαν ἐκείνην συνέβη· πρὸ δὲ ταύτης τῆς τόλμης, τῆς θείας κηδεμονίας διηνεκῶς ἀπολαύοντες διετέλεσαν. Τοῦτο γὰρ καὶ ὁ προφητικὸς διδάσκει λόγος, τοῦ Θεοῦ τῶν ὅλων προσφέροντος τὴν ὑπόσχεσιν, ὅτι Τῶν Μακεδονικῶν αὐτοῖς ἐπελθόντων ἐθνῶν, καὶ τοὺς ἵππους τῆς φυσικῆς γυμνώσω θρασύτητος, καὶ τούτους μετὰ τῶν ὀχουμένων ἀνοίᾳ καὶ δειλίᾳ περιβαλῶ, τὸν δὲ Ἰούδαν τῆς ἐμῆς ἀξιώσω προνοίας. Τοῦτο γὰρ παρεδήλωσεν, εἰρηκώς· δʹ, εʹ. "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παν τοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει, καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει· ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώ σει. Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα πάντες ἐν ταῖς καρδίαις αὑτῶν· Εὑρήσομεν ἑαυτοῖς τοὺς κατ οικοῦντας Ἱερουσαλὴμ, ἐν Κυρίῳ παντοκράτορι 81.1944 Θεῷ αὐτῶν." Οὐδὲν, φησὶ, τυφλωττόντων διοίσουσιν οἱ ἵπποι τῶν πολεμίων τῇδε κἀκεῖσε περιπλανώμενοι, ὥστε θαῤῥήσαντας τῶν Ἰουδαίων τοὺς στρατηγοὺς πρὸς ἀλλήλους εἰπεῖν, ὅτι Πλήρης ἡ Ἱερουσαλὴμ διὰ τὴν τοῦ Θεοῦ ῥοπὴν οἰκητόρων γενήσεται. ʹ. "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρ χους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμ πάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν." Καθάπερ γὰρ, φησὶ, καὶ δαλὸς ἐξάπτει τὰ ξύλα, καὶ φλὸξ ἀναλίσκει καλάμην· οὕτως οὗτοι τοὺς πάντοθεν αὐτοῖς ἐπιόντας καταναλώσουσι πολεμίους. "Καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καθ' ἑαυτήν·" ἀντὶ τοῦ, κατὰ νόμον πολιτευομένη, καὶ τῶν ἐθνῶν κε χωρισμένη. Τούτου δὲ ἀπήλαυσεν, ἕως κατὰ τοῦ Σωτῆρος ἐλύττησε. ζʹ. "Καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ' ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου ∆αβὶδ, καὶ ἔπαρσις τῶν κατοικούντων Ἱερου σαλὴμ ἐπὶ τὸν Ἰούδαν." Γνώσονται γὰρ διὰ τῆς πείρας, ὡς δίχα τῆς θείας ῥοπῆς οὐδὲν κατορθῶσαι δεδύνηνται. Τοῦτο δὲ μαθόντες, οὔτε τῇ βασιλικῇ δυνάμει μεγαφρονήσουσιν, οὔτε τῷ μεγέθει τῶν περιβόλων θαρσήσουσι. ηʹ. "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων τὴν Ἱερουσαλήμ· καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὡς οἶκος ∆α βίδ· ὁ δὲ οἶκος ∆αβὶδ, ὡς οἶκος