1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

135

κλαίουσα τὰ τέκνα αὑτῆς." Λέγει δὲ, ὅτι τῶν δυσσεβῶν ἐκείνων ἀναιρεθέντων, οἱ πεπιστευκότες κατοικήσουσι καὶ τὴν τῷ Βενιαμὶν προσήκουσαν γῆν. ιαʹ. "Καὶ ἀνάθεμα οὐκ ἔσται ἔτι, καὶ κατοικήσει τὴν Ἱερουσαλὴμ πεποιθότως." ∆ιὰ δὲ τοῦ ἀνα θέματος τὴν τοῦ Θεοῦ ἐσήμανεν ἀλλοτρίωσιν· οὐκ έτι γὰρ εἰδώλοις προσέξουσιν οἱ εἰς Χριστὸν πεπι στευκότες, ἀλλὰ μετ' εὐσεβείας τὴν Ἱερουσαλὴμ οἰκήσουσιν. Οὕτω ταῦτα προειρηκὼς, μεταφέρει τὸν λόγον ἐπὶ τὸν Γὼγ καὶ Μαγὼγ, καὶ τοὺς σὺν ἐκείνοις κατὰ τῆς Ἱερουσαλὴμ στρατεύσαντας. Φησὶ γὰρ ὅτι· ιβʹ. "Καὶ αὕτη ἔσται ἡ πτῶσις, ἣν κόψει Κύριος πάντας τοὺς λαοὺς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερου σαλήμ· Τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων ἐπὶ τῶν ποδῶν αὑτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ῥυή σονται ἐκ τῶν ὀπῶν αὑτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν." ∆ιδάσκει οἵαις θεηλάτοις παραδοθήσονται τιμωρίαις· τά τε γὰρ 81.1957 σώματα αὐτῶν ἐκτακήσονται φησὶ, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐκκοπήσονται, καὶ φθορὰν ὑπομενοῦσιν αἱ γλῶσσαι· ἔξω δὲ αὐτοὺς τῶν οἰκείων καταστήσας φρενῶν τῶν ὅλων ὁ Κύριος, κατ' ἀλλήλων αὐτοὺς χωρῆσαι παρασκευάσει, ὥστε ταῖς ἀλλήλων δεξιαῖς τῷ θανάτῳ παραπεμφθῆναι· οἱ δὲ ὑπὸ τοῦ Θεοῦ στρατηγούμενοι Ἰουδαῖοι θεαταὶ μόνον τοῦ θανάτου γενόμενοι, τὸν ἐκείνων σκυλεύσουσι πλοῦτον, χρυ σὸν ὅτι πλεῖστον, καὶ ἄργυρον, καὶ ἐσθῆτα πολύ τιμον κομιζόμενοι· οἱ γὰρ ἵπποι, σὺν τοῖς ὄνοις, καὶ ἡμιόνοις, καὶ καμήλοις, φθορᾷ μετὰ τῶν ἀνθρώ πων παραδοθήσονται. ιʹ. "Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται ἐνιαυτὸν κατ' ἐνιαυτὸν τοῦ προσ κυνεῖν τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς Σκηνοπηγίας." Ταύτης δὲ τῆς νίκης, φησὶ, γενομένης, τοσοῦτο δέος ἐπι πεσεῖται τοῖς καταλειπομένοις τῶν ἀλλοφύλων ἐθνῶν, ὡς κατ' ἐνιαυτὸν εἰς τὴν Ἱερουσαλὴμ τρέχειν, καὶ τῷ Κυρίῳ τῶν ὅλων τὸ σέβας προσφέρειν, καὶ μετὰ τοῦ λαοῦ πανηγυρίζειν τῆς Σκηνοπηγίας τὴν ἑορ τήν· ἐπιτήδειος γὰρ εἰς ἀποδημίας ὁ ταύτης καιρὸς, θέρους ὑπάρχων καιρός. ιζʹ-ιθʹ. "Καὶ ἔσται, ὅσοι μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται, καὶ οὐκ ἔσται ἐπ' αὐτοὺς ὑετός. Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πληγὴ, ἢν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας. Αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας." Ὅσοι δὲ, φησὶ, τῶν ἐθνῶν εὐσεβεῖν δοκιμάσαντες, εἶτα κατολιγωρήσαντες ὧν εὖ καὶ καλῶς προείλαντο, μὴ ἀφίκωνται κατὰ τὸ ἔθος εἰς τὴν προειρημένην πανήγυριν, ταυτὰ πεί σονται τοῖς ἐπιστρατεύσασι καὶ δεξαμένοις τὴν τιμω ρίαν. Καὶ οὗτοι γὰρ, φησὶν, "ἐκείνοις προστεθή σονται, καὶ οὐκ ἔσται ἐπ' αὐτοὺς ὑετός·" ἀντὶ τοῦ, φιλανθρωπίας οὐδεμιᾶς ἀπολαύσουσιν. Εἴτε δὲ Αἰ γύπτιοι, εἴτε ἄλλοι τινὲς, ἐκπλαγέντες τὴν τοῦ Θεοῦ δύναμιν, καταμελήσωσι ταύτης τῆς ἑορτῆς, καὶ τὸ προσῆκον ἐν αὐτῇ τῷ Θεῷ μὴ προσενέγκωσι σέβας, καὶ ἐπ' αὐτοῖς, φησὶν ἔσται ἡ πτῶσις· ἐπειδὴ χαλεπὰ πλημμελοῦσι, μεμαθηκότες μὲν τὴν τῶν οἰκείων εἰδώλων ἀσθένειαν, προφανῶς δὲ θεασάμενοι τοῦ Θεοῦ τὴν ἰσχὺν, καὶ τῇ προτέρᾳ ῥᾳθυμίᾳ προσ μένοντες. κʹ, καʹ. "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον Κυρίῳ παντοκράτορι καὶ ἔσονται οἱ λέβητες ἐν τῷ οἴκῳ Κυρίου, ὡς φιά λαι πρὸ προσώπου τοῦ θυσιαστηρίου. Καὶ ἔσται πᾶς 81.1960 λέβης ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιος τῷ Κυρίῳ παντοκράτορι, καὶ ἥξουσι πάντες οἱ θυσιά ζοντες, καὶ λήψονται ἐξ αὐτῶν, καὶ ἑψήσουσιν ἐν αὐτοῖς." Τῶν γὰρ μυρίων ἐκείνων ἀναιρεθέντων ἐθνῶν, οἷον ἀκροθίνια προσέφερον τῷ Θεῷ τῶν σκύ λων τὰ πλεῖστα. Καὶ χαλινοὺς γὰρ ἀνέθηκαν, χάριν ὁμολογοῦντες ὑπὲρ τῆς τῶν ἵππων σφαγῆς· καὶ λέ βητας δὲ ὅτι πλείστους, οἷόν τινας φιάλας πρὸ τοῦ θυσιαστηρίου τεθείκασιν, εἰς τὰς χρείας τῶν παντα χόθεν ἀφικνουμένων, καὶ προσφερόντων τὰ