1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

137

ἀκολουθοῦντος, καὶ τῷ Ἡσαῦ δοῦναι τὰ πρωτοτόκια φιλονεικοῦντος, τὸν Ἰακὼβ ἀντ' ἐκείνου τὰ πρεσβεῖα λαβεῖν ᾠκονόμησα. "Τὸν μὲν γὰρ ἐμίσησα," διὰ τὴν πονηρίαν τοῦ τρόπου· 81.1964 "ἠγάπησα δὲ τὸν Ἰακὼβ," ὡς ἀρετῆς ἐραστήν. Καὶ μέντοι καὶ τὸ γένος τοῦ Ἡσαῦ, ἐπειδὴ τοῦ προπάτορος τὸν τρόπον ἐζήλωσεν, ἀμελούμενον παρ' ἐμοῦ διετέλεσε. ∆ιόπερ καὶ τὴν ἐρημίαν ταύ την ὑπέμεινε· τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδή λωσε. "Καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν, καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου. (δʹ.) ∆ιότι ἐὰν εἴπῃ· Ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν, καὶ ἀνοικοδομήσωμεν τὰς ἠρημωμένας αὐτῆς· τάδε λέγει Κύριος παντοκράτωρ· Αὐτοὶ οἰ κοδομήσουσι, καὶ ἐγὼ καταστρέψω, καὶ ἐπικλη θήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς, ἐφ' ὃν παρα τέτακται Κύριος ἕως αἰῶνος." Κἂν γὰρ ἐπιχειρή σωσι τὰς οἰκείας οἰκοδομῆσαι πόλεις, ψευδεῖς αὐτῶν ἀποφανῶ τὰς ἐλπίδας, καὶ λήψονται τῆς ἀνομίας τὴν ἐρημίαν καρπόν. Τοῦτο γὰρ εἶπε· "Καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας." Καὶ ταύτην παρ' ἐμοῦ μέχρι τέλους λήψονται τὴν ἀράν. εʹ. "Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε· Ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων Ἰσραήλ." Τοῦτο δὲ θεασάμενοι γνώσεσθε, ὅσης ὑμεῖς ἀπολαύετε παρ' ἐμοῦ προμηθείας. Οὕτω δείξας ἣν ἔσχε περὶ αὐτοὺς ἀγάπην, τὴν πολλὴν αὐτῶν ἀγνω μοσύνην ἐλέγχει. ʹ. "Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὑτοῦ φοβηθήσεται· καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ." ∆ύο, φησὶ, διαθέσεις ἐν τοῖς ἀρχομένοις ἅπασι πολιτεύον ται, ἀγάπη καὶ φόβος· ἀλλ' ἡ μὲν υἱοῖς, ἡ δὲ δού λοις ἁρμόττει. Ἐγὼ δὲ ὑμῖν ἀμφοτέρων τῶν ὀνομά των μετέδωκα· οὐ γὰρ μόνον δούλους, ἀλλὰ καὶ υἱοὺς προσηγόρευσα· "Ἐγὼ γὰρ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες." Καί· "Υἱοὺς ἐγέννησα καὶ ὕψωσα." Καί· "Υἱὸς πρωτότοκός μου Ἰσραήλ." Εἰ μὲν οὖν τὴν τῶν υἱῶν προσηγορίαν ἀσπάζεσθε, δείξασθε τὸ γέρας, ὅπερ ὡς πατρὶ προσφέρειν ἐπείγεσθε. Εἰ δὲ δούλους σφᾶς αὐτοὺς ὑπολαμβάνετε, τί δήποτε τὸ δέος, ὃ προσήκει δούλους ἔχειν, οὐκ ἔχετε; καὶ ταῦτα τοιοῦτον ἔχοντες Κύριον, ὃς πάν των ὁμοῦ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων κρατεῖ; Μέχρι μὲν οὖν τούτου κοινῇ πᾶσιν αὐτοῖς ἐπεμέμ ψατο· ἐντεῦθεν δὲ κατὰ διαίρεσιν τὴν κατηγορίαν ποιεῖται· καὶ πρῶτον τῶν ἱερέων διελέγχει τὰ πλημ μελήματα, ἐπειδὴ καὶ μειζόνων ἐγκλημάτων ἦσαν ἄξιοι, οὐ μόνον αὐτοὶ παρανομοῦντες, ἀλλὰ καὶ παρανομίας ἀρχέτυπον τοῖς ἄλλοις γενόμενοι. "Ὑμεῖς οἱ ἱερεῖς, οἱ φαυλίζοντες τὸ ὄνομά μου, καὶ εἴπατε· Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου;" Ἡ περὶ τὴν ἱερατικὴν λειτουργίαν ὑμῶν καταφρό νησις εὐτελῆ μέ τινα καὶ οὐδενὸς ἄξιον λόγου παρὰ 81.1965 τοῖς πολλοῖς δείκνυσιν· ὑμεῖς δὲ οὐδὲ τούτου λαμβά νετε αἴσθησιν, οὐδὲ γινώσκειν τὸ πλημμελούμενον βούλεσθε. Τὸ γάρ· "Εἴπατε· Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου;" τοῦτο δηλοῖ· οὐκ ἐπειδὴ ῥήμασι τοιούτοις ἐκέχρηντο, ἀλλ' ἐπειδὴ λογισμοὺς τοιούτους ἐκέκτηντο. Εἶτα καὶ τοῦ φαυλισμοῦ λέγει τὰ αἴτια. ζʹ. "Προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου τοὺς ἄρτους ἠλισγημένους, καὶ εἴπατε· Ἐν τίνι ἠλισγή σαμεν αὐτούς; Ἐν τῷ λέγειν ὑμᾶς· Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστί· καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώ σατε." Τοὺς ἠλισγημένους οἱ περὶ τὸν Ἀκύλαν καὶ Σύμμαχον μεμολυσμένους ἡρμηνεύκασιν, ἀντὶ τοῦ, οὐ κατὰ νόμον εἰργασμένους, ἀλλὰ παρανόμως γεγενημένους. Ταῦτα δὲ ἐτολμᾶτε, οὐχ ἡγούμενοι σεπτὴν εἶναι τὴν ἀφιερωμένην μοι τράπεζαν. Εἰ γὰρ ἐκείνῃ τὸ προσῆκον ἀπενείμετε σέβας, πάσης ἂν ἠξιώσατε σπουδῆς τὰ ἐπ' αὐτῆς μοι προσφερόμενα. Ἔπειτα οὐ δεσποτικῶς, ἀλλὰ πατρικῶς αὐτοῖς ἐγ καλεῖ, ὅτι καὶ τυφλὰ καὶ χωλὰ προσέφερον θύματα, ἄρτια τοῦ νόμου σαφῶς ἱερατεύειν κελεύοντος. Καὶ δεικνὺς τὴν τῆς ἀσεβείας ὑπερβολήν· "Προσάγαγε δὴ, φησὶν, αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεται, εἰ λήψεται πρόσωπόν σου, λέγει Κύριος παντοκρά τωρ." Εἰ γὰρ ὁ τὴν αὐτήν σοι περικείμενος φύσιν ὕβριν ἡγεῖται καὶ παροινίαν τὴν τοιαύτην τιμὴν, καὶ οὐδὲ παρόντα ἐρυθριᾷ σε, ἀλλὰ τὸ