1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

138

κακῶς προσ φερόμενον ἀποπέμπεται δῶρον, σκόπησον, ἡλίκον ἐστὶν ἀσέβημα τὸ τῷ ∆ημιουργῷ τῶν ὅλων τοιαῦτα προσφέρειν. Εἶτα χρήσασθαι μεταμελείᾳ συμβου λεύει, καὶ τὴν οἰκείαν εὐμένειαν ὑπισχνεῖται. θʹ. "Καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶν, καὶ δεήθητε αὐτοῦ," ἵνα ἐλεήσῃ ὑμᾶς. Καὶ πλείονα αὐτοῖς αἴσθησιν ἐντιθεὶς τοῦ τολμήματος, ἐναργέστερον ποιεῖται τὸν ἔλεγχον· Ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα, οὐ πατρῴαν ὑμῖν ἐγκαλῶ παρανομίαν, ἀλλ' ἔτι καὶ νῦν ὑφ' ὑμῶν τολμωμένην. "Εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα; λέγει Κύριος παντοκράτωρ." Τοῦτο κατ' ἐρώτησιν ἀναγνωστέον· ∆ίχα γὰρ με τανοίας ἵλεως ὑμῖν γενήσομαι; ιʹ. "∆ιότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν." Ἐπειδὴ δὲ ἀναλγησίαν ἐσχάτην νοσεῖτε, οἶδα ὡς τῆς ἐμῆς ὑμᾶς αὐλῆς ἀποπέμψομαι, καὶ οἷόν τινας θύρας ἀποκλείσω, τὴν κατὰ νόμον παύων λατρείαν· οὐ γὰρ ἀνέξομαι μάτην θυσίας προσφέρεσθαι, οὐδενὸς τὴν ἐντεῦθεν ὄνησιν δεχομένου. Οὕτως Ἰουδαίοις προαγορεύσας τῆς νομικῆς ἱερουργίας τὴν παῦλαν, τὴν καθαρὰν καὶ ἀναίμακτον τῶν ἐθνῶν προκηρύττει θυσίαν. Καὶ πρῶτον μὲν πρὸς αὐτοὺς Ἰουδαίους φησίν· "Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν." Εἶτα τῶν ἐθνῶν προδηλοῖ τὴν εὐσέ βειαν· 81.1968 ιαʹ. ∆ιότι "Ἀπὸ ἀνατολῶν ἡλίου, καὶ ἕως δυ σμῶν, τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ." Ὑμᾶς μὲν οὖν ἀπώσομαι παντελῶς· βδελύττομαι γὰρ κομιδῇ τὰ παρ' ὑμῶν γινόμενα· διότι καὶ τὰς παρ' ὑμῶν προσφερομένας ἀποστρέφομαι θυσίας· ἀνθ' ὑμῶν δὲ πᾶσαν ἔχω σεβομένην τὴν οἰκουμένην. Οἱ γὰρ πᾶσαν οἰκοῦντες τὴν γῆν, ἣν ἥλιος ἀνίσχων τε καὶ δυόμενος καταλάμπει, καὶ θυμίαμά μοι προσοίσουσι πανταχοῦ, καὶ τὴν θυσίαν ἱερεύσουσι τὴν καθαρὰν καὶ φίλην ἐμοί. Γνώσονται γάρ μου τὸ ὄνομα, καὶ τὸ βούλημα, καὶ τὸ πρόσφορον προσάξουσι σέβας. Οὕτω καὶ ὁ Κύριος πρὸς τὴν Σαμαρεῖτιν ἔφη· "Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί." -"Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦν τας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." Ταῦτα πεπαιδευμένος ὁ μακάριος Παῦλος, ἐν παντὶ τόπῳ κελεύει προσεύχεσθαι, αἴροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Καὶ ὁ θεῖος δὲ Μαλα χίας σαφῶς ἡμᾶς διὰ τούτων ἐδίδαξε τὴν νῦν πολι τευομένην εὐσέβειαν· πέπαυται μὲν γὰρ ἡ περιγε γραμμένη τῶν ἱερέων λατρεία, πᾶς δὲ τόπος ἐπιτή δειος εἰς τὴν τοῦ Θεοῦ θεραπείαν νενόμισται· καὶ τῶν μὲν ἀλόγων θυμάτων τέλος ἔλαβεν ἡ σφαγὴ, μόνος δὲ ὁ ἄμωμος ἀμνὸς ἱερεύεται, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ὥσπερ τι σύμβολον τῆς ἀρετῆς τὸ εὐῶδες θυμίαμα. Ἰουδαῖοι δὲ κατὰ τὴν θείαν πρόῤῥησιν ἀπεβλήθησαν· διό φησιν πρὸς αὐ τούς· "Ὅτι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν. (ιβʹ.) Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ, ἐν τῷ λέγειν ὑμᾶς· Τρά πεζα Κυρίου ἠλισγημένη ἐστὶ, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωται βρώματα αὐτοῦ." Εἰς τοσαύτην γὰρ ἀσέβειαν ἐξετράπητε, ὡς μὴ μόνον παρανόμως προσ φέρειν, ἀλλὰ καὶ εὐτελῆ προσαγορεύειν τὴν ἀφιερω μένην μοι τράπεζαν· καὶ ἐγκαλούμενοι, τί δήποτε τοιαῦτα δῶρα προσφέρετε, εἰπεῖν τετολμήκατε, ὡς Καὶ ταῦτα μετὰ πολλῶν ἱδρώτων καὶ κόπων συλλέ γομεν. Οὗ χάριν καὶ ταύτης ὑμᾶς γυμνώσω τῆς εὐ πορίας· ταῦτα γὰρ διὰ τῶν ἐπαγομένων ἐσήμανε. ιγʹ. "Καὶ εἴπατε· Ταῦτα ἐκ κακοπαθείας ἐστί. Καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος παντοκράτωρ." Εἶτα ἐπαρᾶται τοῖς εὐποροῦσι μὲν ἀῤῥένων θρεμ μάτων, καὶ ὑποσχομένοις ἱερεῖα ταῦτα προσοίσειν, καὶ καταλιμπάνουσιν μὲν ἐκεῖνα, ἄλλα δὲ ἀντ' ἐκεί νων πεπηρωμένα προσφέρουσι. ∆ι' αὐτῶν γὰρ, φησὶ, μαθεῖν ὑμᾶς δεῖ τῶν πραγμάτων τῆς ἐμῆς βασιλείας καὶ δυναστείας τὸ μέγεθος, ὃ γνώριμον ποιήσω πᾶσι τοῖς ἔθνεσι. 81.1969